<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="21"><p>δύναμις δὲ καὶ ἡ κοσμοποιητικὴ
πηγὴν ἔχουσα <milestone unit="altpage1" n="p. 5M."/>  τὸ πρὸς ἀλήθειαν ἀγαθόν. εἰ γάρ τις ἐθελήσειε
τὴν αἰτίαν ἧς ἕνεκα τόδε τὸ πᾶν ἐδημιουργεῖτο διερευνᾶσθαι, δοκεῖ μοι
μὴ διαμαρτεῖν σκοποῦ φάμενος, ὅπερ καὶ τῶν ἀρχαίων εἶπέ τις, ἀγαθὸν <lb n="15"/>
εἶναι τὸν πατέρα καὶ ποιητήν· οὗ χάριν τῆς ἀρίστης αὑτοῦ φύσεως οὐκ
ἐφθόνησεν οὐσίᾳ μηδὲν ἐξ αὑτῆς ἐχούσῃ καλόν, δυναμένῃ δὲ πάντα
 γίνεσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="22"><p>ἦν μὲν γὰρ ἐξ αὑτῆς ἄτακτος ἄποιος ἄψυχος <add>ἀνόμοιος</add>,
ἑτεροιότητος ἀναρμοστίας ἀσυμφωνίας μεστή· τροπὴν δὲ καὶ μεταβολὴν
ἐδέχετο τὴν εἰς τἀναντία καὶ τὰ βέλτιστα, τάξιν ποιότητα ἐμψυχίαν <lb n="20"/>
<note xml:lang="mul" type="footnote"><lb/>1 συνσφραγισάμενος V, ἐνσφαγισάμενος A
<lb/>2 κατασκευάζειν VMR: κατασκευάζειν εὐκρασίαν ceteri
<lb/>3 εἰδέων V ἐξ ὁμοιῶν V
<lb/>4 περὶ om. ABP1 ὡς V: ὃς ceteri
<lb/>5 αὐτοῦ FGH
<lb/>6 ἀποτελεῖ FGH καὶ om. FGH ἐκείνῳ] οἰκείῳ Β
<lb/>7 προτυπωθεῖσα B τὴν χώραν ABP1
<lb/>8 ἀλλ’ om. M
<lb/>9 εἰδέων V ἔχει AP, ἔχῃ G
<lb/>10 τὸν ταῦτα διακοσμήσαντα om. V τίς] ποῖος MABP
<lb/>11 ὃς γένοιτ’] προσγένοιτ’ M, ποῖος γένοιτ’ ABP1 11.
<lb/>12 ἡντινοῦν ἄκρατον Β
<lb/>12 ἡντινοῦν ἦν M 12.
<lb/>13 κοσμοποιητικὴν ἔχουσα πηγὴν V
<lb/>13 ἔχουσα τυγχάνει Christophorson Mang. τὸ om. V ἐθελήσειεν V
<lb/>14 τόδε om. M ἐδημιουργήσατο M, δημιουργεῖται G
<lb/>15 διαμαρτάνειν MABP, διαμαρτὼν G τοῦ σκοποῦ FH φαμὲν ὡς, ὅπερ M, φαμὲν ὥσπερ ABP εἶπεν V
<lb/>16 αὐτοῦ codrl.
<lb/>17 αὑτῆς V: αὐτῆς M, ἑαυτῆς ceteri 17.
<lb/>18 πάντα γενέσθαι FG, γενέσθαι πάντα Η
<lb/>18 αὐτῆς VM, ἑαυτῆς ceteri ἄτακτος om. V ἀνόμοιος add. Markland 18.
<lb/>19 ἑτερότητος M
<lb/>20 εὐψυχίαν ΜΑΒP</note> <note xml:lang="mul" type="footnote">10—12 DC fol. 138r τοῦ αὐτοῦ (scil. Φίλωνος) ἐκ τῆς αὐτῆς πραγματείας (scil. περὶ κατὰ Μωϋσέα κοσμοποιίας): τίς ἂν εἴη τῶν δυνάμεων τοῦ θεοῦ τόπος ἕτερος, ὃς γένοιτ’ ἄν ἱκανός οὐ λέγω πάσας ἀλλὰ μίαν ἀκροτονεῖν (οτ in ras.) τινὰ οὑν δέξασθαι καὶ ἢ ὁ θεῖος λόγος,
<lb/>15 Plat. Tim.
<lb/>29 E</note>  

<pb n="v.1.p.7"/>
ὁμοιότητα ταυτότητα, τὸ εὐάρμοστον, τὸ σύμφωνον, πᾶν ὅσον τῆς κρείττονος
ἰδέας. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="23"><p><milestone unit="altref" n="6"/> οὐδενὶ δὲ παρακλήτῳ — τίς γὰρ ἦν ἕτερος; — μόνῳ δὲ αὑτῷ χρησάμενος ὁ θεὸς ἔγνω δεῖν εὐεργετεῖν ἀταμιεύτοις καὶ πλουσίαις
χάρισι τὴν ἄνευ δωρεᾶς θείας φύσιν οὐδενὸς ἀγαθοῦ δυναμένην
<lb n="5"/> ἐπιλαχεῖν ἐξ ἑαυτῆς. ἀλλ’ οὐ πρὸς τὸ μέγεθος εὐεργετεῖ τῶν ἑαυτοῦ
χαρίτων — ἀπερίγραφοι γὰρ αὗταί γε καὶ ἀτελεύτητοι —, πρὸς δὲ τὰς
τῶν εὐεργετουμένων δυνάμεις· οὐ γὰρ ὡς πέφυκεν ὁ θεὸς εὖ ποιεῖν,
οὕτως καὶ τὸ γινόμενον εὖ πάσχειν, ἐπεὶ τοῦ μὲν αἱ δυνάμεις ὑπερβάλλουσι,
τὸ δ’ ἀσθενέστερον ὂν ἢ ὥστε δέξασθαι τὸ μέγεθος αὐτῶν
<lb n="10"/> ἀπεῖπεν ἄν, εἰ μὴ διεμετρήσατο σταθμησάμενος εὐαρμόστως ἑκάστῳ τὸ
ἐπιβάλλον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="24"><p>εἰ δέ τις ἐθελήσειε γυμνοτέροις χρήσασθαι τοῖς ὀνόμασιν, οὐδὲν ἂν ἕτερον εἴποι τὸν νοητὸν κόσμον εἶναι ἢ θεοῦ λόγον ἤδη κοσμοποιοῦντος·
οὐδὲ γὰρ ἡ νοητὴ πόλις ἕτερόν τί ἐστιν ἢ ὁ τοῦ ἀρχιτέκτονος
λογισμὸς ἤδη [νοητὴν]ν [[νοητὴν]ητὴν]. πόλιν κτίζειν διανοουμένου.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="25"><p>τὸ δὲ δόγμα <lb n="15"/> τοῦτο Μωυσέως ἐστίν, οὐκ ἐμόν· τὴν γοῦν ἀνθρώπου γένεσιν ἀναγράφων
ἐν τοῖς ἔπειτα διαρρήδην ὁμολογεῖ, ὡς ἄρα κατ’ εἰκόνα θεοῦ διετυπώθη
(Gen. 1,27). εἰ δὲ τὸ μέρος εἰκὼν εἰκόνος [δῆλον ὅτι] καὶ τὸ ὅλον
<note xml:lang="mul" type="footnote"><lb/>1 σύμφωνον] συμφυές F
<lb/>2 εἰδέας V οὐδενὶ γὰρ τῶν παρακλήτων M 
<lb/>3 αὑτῷ G: αὐτῷ VM, ἑαυτῷ ceteri δεῖν εὐεργετεῖν] δὲ ἵν’ εὐεργετεῖν Μ, ἵν᾿ εὐεργετῇ ABP
<lb/>4 θείαν P
<lb/>5 ἐπιλαβεῖν FGH αὑτῆς FH τῶν om. F ἑαυτοῦ V: αὐτοῦ ceteri
<lb/>6 ἀπερίγραπτοι ABP αὗταί codd.: αὐταί v γε om. VR
<lb/>8 οὕτως AP: οὕτω ceteri γενόμενον MD τοῦ μὲν] τοῦ θεοῦ P 8.
<lb/>9 ὑπερβάλλουσιν VD
<lb/>9 δὲ ED ὃν ἢ] ἐστὶν MABPD ὥστε om. D
<lb/>10 εἰ μί’ V διεμερίσατο FG εὐαρμόστῳ Β ἑκάστῳ τὸ ἐπιβάλλον codd.: τὸ ἑκάστῳ ἐπιβάλλον v
<lb/>11 ἐθελήσειεν V, θελήσειε M, ἐθέλοι DC, θέλοι DR γυμνότερον Eus τοῖς ὀνόμασιν περὶ τῆς κοσμοποιίας D 
<lb/>12 οὐδὲν ἄν] οὐδένα ABP οὐδὲν ἕτερον εὑρίσκει τοῦ τὸν νοητὸν DC, οὐδὲν ἄν ἕτερον εὑρήσει τοῦτον τὸν νοητὸν DR εἶναι κόσμον FGH, εἶναι om. Eus
<lb/>13 γὰρ τοῦδε DR ὁ om. MBDR
<lb/>14 τὴν νοητὴν πόλιν] τὴν αἰσθητὴν πόλιν τῇ νοητῇ MABP νοητὴν seclusi δυναμένου Β 14.
<lb/>15 Μώσεως γάρ ἐστι τὸ δόγμα τοῦτο Η
<lb/>15 Μωϋσέως DC, Μωϋσέος DR, Μώσεως ceteri ἐστίν] ἔσθ’ (sic) V ἀνθρώπων ABP ἄνω γράφων ABP
<lb/>16 ὁμολογεῖ διαρρήδην Η ἄρα V διετυπώθη τὸ πᾶν MABP
<lb/>17 δῆλον ὅτι VM: δηλονότι ceteri, secl. Wendl.</note> <note xml:lang="mul" type="footnote">5—11 ἀλλ’ οὐ—ἐπιβάλλον R fol. 90r 7—9 DC fol. 259v τοῦ Φίλωνος) ἐκ τῆς κατὰ ωσέα κοσμοποιίας: οὐχ ὡς πέφυκεν—τὸ μέγεθος αὐτῶν: eadem DR fol. 277r et fol. 142v 11—15 DR fol. 192v Φίλωνος ἐκ τῆς κατὰ κοσμοποιίας: εἴ τις—οὐκ ἐμόν: eadem DC fol. 151v 11—8,14 Euseb. Pr Ev. 
<lb/>24 . . . λέγει δ’ οὑν ὁ Ἑβραῖος Φίλων τὰ πάτρια διερμηνεύων αὐτοῖς ῥήμασιν: Εἰ δέ τις— ἐποίησε τὸν οὐρανόν.</note>  

<pb n="v.1.p.8"/>
εἶδος, σύμπας οὗτος ὁ αἰσθητὸς κόσμος, εἰ μείζων τῆς ἀνθρωπίνης
ἐστίν, μίμημα θείας εἰκόνος, δῆλον ὅτι καὶ ἡ ἀρχέτυπος σφραγίς, ὅν
φαμεν νοητὸν εἶναι κόσμον, αὐτὸς ἂν εἴη [τὸ παράδειγμα, ἀρχέτυπος
ἰδέα τῶν ἰδεῶν] ὁ θεοῦ λόγος.</p></div></div></body></text></TEI>