<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="169"><p>ἔδει μὲν οὖν τὸ τῶν ἀνθρώπων γένος, εἰ τὴν ἁρμόττουσαν ἔμελλε δίκην ὑπομένειν, ἠφανίσθαι διὰ τὴν πρὸς τὸν
<lb n="10"/> εὐεργέτην καὶ σωτῆρα θεὸν ἀχαριστίαν· ὁ δ’ ἅτε τὴν φύσιν ἵλεως οἶκτον
λαβὼν ἐμετρίασε τὴν τιμωρίαν, τὸ μὲν γένος ἐάσας διαμένειν, τὰς
δὲ τροφὰς οὐκέθ’ ὁμοίως ἐξ ἑτοίμου παρασχών, ἵνα μὴ δυσὶ κακοῖς
ἀργίᾳ καὶ κόρῳ χρώμενοι πλημμελῶσι καὶ ὑβρίζωσι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="170"><p><milestone unit="altref" n="61"/> Τοιοῦτος μὲν ὁ βίος τῶν ἐν ἀρχῇ μὲν ἀκακίᾳ καὶ ἁπλότητι <lb n="15"/> χρωμένων, αὖθις δὲ κακίαν ἀντ’ ἀρετῆς προτιμώντων [ὧν ἄξιον
ἀπέχεσθαι]. διὰ δὲ τῆς λεχθείσης κοσμοποιίας πολλὰ μὲν καὶ ἄλλα
ἡμᾶς ἀναδιδάσκει, πέντε δὲ τὰ κάλλιστα καὶ πάντων ἄριστα· πρῶτον
μὲν ὅτι ἔστι τὸ θεῖον καὶ ὑπάρχει, διὰ τοὺς ἀθέους, ὧν οἱ μὲν
ἐνεδοίασαν ἐπαμφοτερίσαντες περὶ τῆς ὑπάρξεως αὐτοῦ, οἱ δὲ τολμηρότεροι
<lb n="20"/> καὶ κατεθρασύναντο φάμενοι μηδ’ ὅλως εἶναι, λέγεσθαι δ’
αὐτὸ μόνον πρὸς ἀνθρώπων πλάσμασι μυθικοῖς ἐπισκιασάντων τὴν
ἀλήθειαν·</p></div></div></body></text></TEI>