<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="167"><p><milestone unit="altref" n="60"/> Τὰ δ’ ἐπίχειρα τῆς ἡδονῆς εὐθὺς εὕραντο οἱ πρῶτοι γενόμενοι
δοῦλοι χαλεποῦ καὶ δυσιάτου πάθους· ἡ μὲν γυνὴ σφοδρὰς <lb n="15"/>
ἀνίας ἐνδεξαμένη τὰς ἐν ὠδῖσι καὶ τὰς παρὰ τὸν ἄλλον βίον λύπας
ἐπαλλήλους καὶ μάλιστα τὰς ἐπὶ τέκνοις γεννωμένοις καὶ τρεφομένοις
καὶ νοσοῦσι καὶ ὑγιαίνουσι καὶ εὐτυχοῦσι καὶ ἀτυχοῦσιν, εἶτ’ ἀφαίρεσιν
ἐλευθερίας καὶ τὴν ἀπὸ τοῦ συνόντος ἀνδρὸς δεσποτείαν, οὗ τοῖς ἐπιτάγμασι
πειθαρχεῖν ἀναγκαῖον· ὁ δ’ ἀνὴρ ἐν μέρει πόνους καὶ ταλαιπωρίας <lb n="20"/>
καὶ συνεχεῖς ἱδρῶτας ἕνεκα πορισμοῦ τῶν ἀναγκαίων καὶ στέρησιν
μὲν τῶν αὐτομάτων ἀγαθῶν, ἅπερ ἐδιδάχθη φέρειν ἡ γῆ δίχα
γεωργικῆς ἐπιστήμης, ἀτρύτων δὲ μετουσίαν καμάτων εἰς ζήτησιν βίου
 καὶ τροφῆς ὑπὲρ τοῦ μὴ λιμῷ παραπολέσθαι·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="168"><p>οἶμαι γὰρ ἂν ὥσπερ
<note xml:lang="mul" type="footnote"><lb/>1 αἱ δεξάμεναι M θεραπαινίδος Β
<lb/>2 τὸν τρόπον M
<lb/>3 δελεασθεὶς] δικαστὴς M
<lb/>5 ἀντὶ ἀθανάτου M
<lb/>6 μαχλὰς Wendl.: μάχλος codd. ἡ ἡδονὴ M 
<lb/>7 τοῦτον] καὶ τοῦτον F, τὸν νοῦν Markland ἀγκιστρεύεται ABP1
<lb/>8 αὐτῆς M ἐρῶντα Wendl.: ἔρωτα codd. ἃς] αἷς ABP
<lb/>9 ὑπήγαγε ABP 
<lb/>10 ἑκάστων] ἐκ πάντων M σφραγιζόμεναι M
<lb/>11 καὶ τὸ ὅμοιον M Pal.: καὶ om. ceteri ἐνεργαζόμεναι Pal.: ἐναυγαζόμεναι M, om. ceteri ἐοικὸς M 
<lb/>12 καταλαμβάνεται M Pal. αὑτοῦ FG, ἑαυτοῦ Pal.: αὐτοῦ ceteri
<lb/>13 εἶπον ἤδη M: ἤδη εἶπον ceteri
<lb/>14 δ’ ἐπίχειρα] δὲ παῦρα M εὕραντο M: ἤραντο ceteri πρῶτοι M: πρότερον ceteri
<lb/>15 σφόδρα M
<lb/>16 δεξαμένη M 16.
<lb/>17 λύπας ἐπαλλήλους M: ἐπαλλήλους λύπας ceteri
<lb/>17 γεινομένοις M
<lb/>18 εἶτ᾿ M: εἰς ceteri
<lb/>19 συνόντως A
<lb/>22 φέρειν—ἐπιστήμης (23)] ἔχειν ἀπὸ τοῦ θεοῦ ἐπιστήμης λογικῆς M
<lb/>23 δὲ] δέ τε M μετουσίας M
<lb/>24 τροφῆς] τρυφῆς ABP μὴ om. A1BP1 οἶμαι] οἱ μὲν M ἄν om. ABP1</note> <note xml:lang="mul" type="footnote">6—13 Pal. fol. 24r οἶα ἑταιρὶς—μὴ δυνάμενος.</note>  

<pb n="v.1.p.59"/>
ἥλιον καὶ σελήνην ἀεὶ φωσφορεῖν ἅπαξ κελευσθέντας ἅμα τῇ πρώτῃ
γενέσει τοῦ παντὸς καὶ τὸ θεῖον πρόσταγμα διατηρεῖν οὐδενὸς ἑτέρου
 χάριν ἢ ὅτι  <milestone unit="altpage2" n="p. 41 M."/> τῶν ὅρων οὐρανοῦ μακρὰν κακία πεφυγάδευται, τὸν αὐτὸν
τρόπον καὶ τῆς γῆς τὴν βαθεῖαν καὶ καρποφόρον ἄνευ τέχνης καὶ συμπράξεως
<lb n="5"/> γεωπόνων ἀνδρῶν φέρειν ἂν πολλὴν ἀφθονίαν κατὰ τὰς
ἐτησίους ὥρας· νυνὶ δὲ αἱ ἀέναοι πηγαὶ τῶν τοῦ θεοῦ χαρίτων ἐπεσχέθησαν,
ὅτε ἤρξατο κακία τὰς ἀρετὰς παρευημερεῖν, ἵνα μὴ ὡς ἀναξίοις
χορηγῶσιν.</p></div></div></body></text></TEI>