τε καὶ μεγάλων οὐδενὸς ὑπεξῃρημένου τὸ παράπαν. ἀλλ’ αἵ τε πρῶται τοῦ ἄρρενος πρὸς τὸ θῆλυ σύνοδοι ξεναγὸν ἔχουσιν ἡδονήν, αἵ τε σποραὶ καὶ γενέσεις διὰ ταύτης συνίστανται, τά τε γεννώμενα οὐδενὶ πρῶτον οἰκειοῦσθαι πέφυκεν ἢ ταύτῃ, χαίροντα μὲν ἡδονῇ, τὴν δ’ ἐναντίαν ἀλγηδόνα δυσχεραίνοντα· παρὸ καὶ ἀνακλαίεται τὸ βρέφος ἀποκυηθέν, ἀλγῆσαν ὡς εἰκὸς τῇ περιψύξει· ἐκ γὰρ θερμοτάτου καὶ πυρωδεστάτου χωρίου τοῦ κατὰ τὴν μήτραν, ᾧ πολὺν χρόνον ἐνδιῃτήθη, προελθὸν ἐξαπιναίως εἰς ἀέρα, ψυχρὸν καὶ ἀσυνήθη τόπον, ἐπλήχθη καὶ τῆς ὀδύνης καὶ τοῦ δυσχεραίνειν ἀλγηδόνι τὰ κλαύματα δεῖγμα παρέσχεν ἐναργέστατον. σπεύδει τε, φασί, πᾶν ζῷον ὡς ἐπ’ ἀναγκαιότατον καὶ συνεκτικώτατον τέλος ἡδονὴν καὶ μάλιστα ἄνθρωπος· τὰ μὲν γὰρ διὰ γεύσεως μόνον καὶ τῶν γεννητικῶν ἐφίεται ταύτης, ὁ δὲ ἄνθρωπος καὶ διὰ τῶν ἄλλων αἰσθήσεων, ὅσα θεάματα ἢ ἀκούσματα τέρψιν δύναται παρασχεῖν ὠσὶ καὶ ὀφθαλμοῖς μεταδιώκων. λέγεται δὲ καὶ ἄλλα παμπληθῆ πρὸς ἔπαινον τοῦ πάθους καὶ ὡς ἔστιν οἰκειότατον καὶ συγγενέστατον ζῴοις· ἀπόχρη δὲ δείγματος ἕνεκα καὶ τὰ νῦν εἰρημένα, ὧν χάριν ἀνθρωπίνην φωνὴν ἔδοξεν ὁ ὄφις προΐεσθαι. διό μοι 1 ἐπεισιόντων] ἐπισιτίων M φοράν] ἐπιφοράν H ἡ om. M τὰ πρότερα M: καὶ τά πρότερα ceteri 2 δὲ FG ἀνθρωπίνην ABP προέσθαι FGH 3 ἀγωνισταῖς ABP ἡδονὴ om. FG κέχρηται ABP ἐπιμέλειαν καὶ προστασίαν M: καὶ προστασίαν om. ceteri αὐτοῖς M 4 πάντων τὸ κράτος M: τὸ πάντων κράτος ceteri 5 παράπαν—ἄρρενος (6) om. M 6 σύνοδοι ξεναγὸν ἔχουσιν ἡδονήν FGH: συνέχουσιν ἡδονὴν σύνοδοι ABP, συνόδοις ξένιον ἐχούσαις ἡδονὴν M 7 αἵ τε—συνίστανται] αἰτίαν, σποραῖς καὶ γενέσεσι· διὰ ταύτην συνίστανται M τε post τά om. M 7. 8 γεννώμενα] γενόμενα MH 8 οὐδὲν M πρῶτον] πρότερον Markland πεφυκότα M 9 παρὸ] καθὸ M ἀποκλαίεται H 10 ἀλγῆσαν σαν—περιψύξει] ἀλγήμασιν ὡς εἰκὸς τοῖς περὶ ψῦξιν M εἰκὸς M: ἔοικε ω 11 χορίου M τοῦ om. Β τὴν om. Η ᾦ] οὖ M 12 προελθὼν FH ἐξαπιναίως om. Β 13 κλαύσματα M 14 παρέχει Mang. τε M: τε γάρ ceteri φασί] φησί Η, φύσει coni. Creuzer ἐπ᾿ Μ: ἐπὶ ceteri 15 ἡδονὴ GH 16. 17 ὁ δὲ om. V 17 δ’ ABP θεατὰ ἡ ἀκουστὰ M 18 δύνανται M μεταδιώκει Markland καὶ post δὲ om. ABP1 19 ἄλλα] ἅμα M παμπληθὶ M παμπληθῆ post πάθους transp. Η 20 συγγενέστατον] δικαιότατον Β 21 ὁ om. BPFG 7 sqq. cf. Epicur. frg. 398 p. 274 Usener δοκεῖ κἀν τοῖς κατὰ μέρος νόμοις, οὗ περὶ ζῴων ἔγραψεν ἅ τε χρὴ προσφέρεσθαι καὶ τοὐναντίον, ἐπαινέσαι μάλιστα τὸν ὀφιομάχην ἐπικαλούμενον (Lev. 11,22)—ἑρπετὸν δ’ ἐστὶν ἔχον ἀνωτέρω σκέλη τῶν ποδῶν, οἷς ἀπὸ γῆς πέφυκε πηδᾶν καὶ μετέωρον αἴρεσθαι καθάπερ τὸ τῶν ἀκρίδων γένος —· ὁ γὰρ ὀφιομάχης οὐδὲν ἄλλ’ ἢ συμβολικῶς ἐγκράτεια εἶναί μοι δοκεῖ, μάχην ἀκαθαίρετον καὶ πόλεμον ἄσπονδον ἐκφέρουσα πρὸς ἀκρασίαν καὶ ἡδονήν· ἡ μὲν γὰρ εὐτέλειαν καὶ ὀλιγοδεΐαν καὶ ὅσον ἀναγκαῖον φιλαυστήρῳ καὶ σεμνῷ βίῳ διαφερόντως ἀσπάζεται, ἡ δὲ περιεργίαν καὶ πολυτέλειαν, ἃ χλιδῆς καὶ θρύψεως αἴτια γίνεται ψυχῇ καὶ σώματι, δι’ ὧν τὴν ὑπαίτιον καὶ θανάτου χαλεπωτέραν ζωὴν παρὰ τοῖς εὖ φρονοῦσι συμβέβηκε γίνεσθαι. Τὰς δὲ γοητείας καὶ ἀπάτας αὑτῆς ἡδονὴ τῷ μὲν ἀνδρὶ οὐ τολμᾷ προσφέρειν, τῇ δὲ γυναικὶ καὶ διὰ ταύτης ἐκείνῳ, πάνυ προσφυῶς καὶ εὐθυβόλως· ἐν ἡμῖν γὰρ ἀνδρὸς μὲν ἔχει λόγον ὁ νοῦς, γυναικὸς δ’ αἴσθησις· ἡδονὴ δὲ προτέραις ἐντυγχάνει καὶ ἐνομιλεῖ ταῖς αἰσθήσεσι, δι’ ὧν καὶ τὸν ἡγεμόνα νοῦν φενακίζει· ἐπειδὰν γὰρ ἑκάστη τῶν αἰσθήσεων τοῖς φίλτροις αὐτῆς ὑπαχθῇ, χαίρουσαι τοῖς προτεινομένοις, ἐπὶ χρωμάτων μὲν καὶ σχημάτων ποικιλίαις ὄψις, ἐπὶ δὲ φωνῶν ἐμμελείαις ἀκοή, ἐν δὲ χυλῶν ἡδύτησι γεῦσις, κἀν ταῖς τῶν ἀναθυμιωμένων 1 οὗ] οὐ M, οὓς Mang. (coni. Turn.) ἀνέγραψεν M 2 καὶ τοὐναντίον Η: καὶ ἃ τοὐναντίον ABP, ἢ τοὐναντίον F, καὶ ἡ τοὐναντίον G, καὶ μὴ M ἐπαινεῖν M τὸν ὄφιν μάχην M 3 δ’ om. M 5 ἡ (corr. ex ὁ) γὰρ ὄφεως μάχη M ἄλλ’ ἢ MFG: ἀλλ’ ἡ Η, ἄλλο ἣ ABP 7 ὀλιγοδέειαν G, ὀλιγόδειαν AB 8 ante φιλαυστήρῳ add. ἃ δὴ M, ὃ δὴ G1H, ὃ δὴ τῶ F, ὑποτίθεται, ὃ δὴ ABP: corr. Turn, 9 περιεργίαν M: πολυεργίαν ceteri ἃ οm. M αἰτία M 9. 10 τῆ ψυχὴ τε καὶ τῶ σώματι ABP 12 αὑτῆς corr. ex αὑτῆς Η: αὐτῆς ceteri ἡδονὴ M: ἡ ἡδονὴ ceteri 15 δὲ ἡ αἴσθησις ABP 16 ἑκάστην M 17 χαίρουσαι Markland: χαίρουσα codd. 18 ἐπὶ] ἐν M σχημάτων ποικιλίαις] ποικιλίαις χρωμάτων AP, ποικιλίαις σωμάτων Β ὄψις in textu om., in marg. add. ABP ὄψις—ἐμμελείαις (19) om. F ἐπὶ] ἐν M 19 ἐν χυλῶν δὲ ABP χιλῶν ΒΗ ἡδύτησι om. M ἡ γεῦσις M κἀν scripsi: καὶ M, κἀκ ceteri ταῖς τῶν ἀνατεθυμιωμένων (sic) ἀτμῶν εὐωδίαις M: τῆς τῶν ἀναθυμιωμένων ἀτμῶν εὐωδίας ABP, τῆς τῶν ἀναθυμιωμένων εὐωδίας FG, τῆς τῶν ἀναδιδομένων ἀτμῶν εὐωδίας Η 12 sqq. Ambros. de Paradiso 2,11 . . . namque ante nos fuit qui per voluptatem et sensum praevaricationem ab homine memoraverit esse commissam, in specie serpentis figuram accipiens delectationis, in figura mulieris sensum animi mentisque constituens, quem αἴσθησιν vocant Graeci; deceptam autem per sensum praevaricatricem secundum historiam mentem asseruit, quam Graeci νοῦν vocant. recte igitur in Graeco νοῦς viri figuram accepit, αἴσθησις mulieris. ἀτμῶν εὐωδίαις ὄσφρησις, δεξάμεναι τὰ δῶρα θεραπαινίδων τρόπον προσφέρουσιν οἷα δεσπότῃ τῷ λογισμῷ, παράκλητον ἐπαγόμεναι πειθὼ περὶ τοῦ μηδὲν ἀπώσασθαι τὸ παράπαν· ὁ δ’ αὐτίκα δελεασθεὶς ὑπήκοος ἀνθ’ ἡγεμόνος καὶ δοῦλος ἀντὶ δεσπότου καὶ ἀντὶ πολίτου φυγὰς καὶ θνητὸς ἀντ’ ἀθανάτου γίνεται.