τε καὶ μεγάλων οὐδενὸς ὑπεξῃρημένου τὸ παράπαν. ἀλλ’ αἵ τε πρῶται τοῦ ἄρρενος πρὸς τὸ θῆλυ σύνοδοι ξεναγὸν ἔχουσιν ἡδονήν, αἵ τε σποραὶ καὶ γενέσεις διὰ ταύτης συνίστανται, τά τε γεννώμενα οὐδενὶ πρῶτον οἰκειοῦσθαι πέφυκεν ἢ ταύτῃ, χαίροντα μὲν ἡδονῇ, τὴν δ’ ἐναντίαν ἀλγηδόνα δυσχεραίνοντα· παρὸ καὶ ἀνακλαίεται τὸ βρέφος ἀποκυηθέν, ἀλγῆσαν ὡς εἰκὸς τῇ περιψύξει· ἐκ γὰρ θερμοτάτου καὶ πυρωδεστάτου χωρίου τοῦ κατὰ τὴν μήτραν, ᾧ πολὺν χρόνον ἐνδιῃτήθη, προελθὸν ἐξαπιναίως εἰς ἀέρα, ψυχρὸν καὶ ἀσυνήθη τόπον, ἐπλήχθη καὶ τῆς ὀδύνης καὶ τοῦ δυσχεραίνειν ἀλγηδόνι τὰ κλαύματα δεῖγμα παρέσχεν ἐναργέστατον. σπεύδει τε, φασί, πᾶν ζῷον ὡς ἐπ’ ἀναγκαιότατον καὶ συνεκτικώτατον τέλος ἡδονὴν καὶ μάλιστα ἄνθρωπος· τὰ μὲν γὰρ διὰ γεύσεως μόνον καὶ τῶν γεννητικῶν ἐφίεται ταύτης, ὁ δὲ ἄνθρωπος καὶ διὰ τῶν ἄλλων αἰσθήσεων, ὅσα θεάματα ἢ ἀκούσματα τέρψιν δύναται παρασχεῖν ὠσὶ καὶ ὀφθαλμοῖς μεταδιώκων.