<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="157"><p><milestone unit="altref" n="56"/> Ἔστι δὲ ταῦτα οὐ μύθου πλάσματα, οἷς τὸ ποιητικὸν <lb n="25"/>
καὶ σοφιστικὸν χαίρει γένος, ἀλλὰ δείγματα τύπων ἐπ’ ἀλληγορίαν
<note xml:lang="mul" type="footnote"><lb/>2 τοῦ τῶν καλῶν ABP 2.
<lb/>3 τοῦ καλὸν καὶ πονηρὸν M
<lb/>3 γνωριστικοῦ Wendl.: ὁριστικοῦ M, γνωστικοῦ ceteri μέσην] μεγίστην P ἣ Α
<lb/>4 δὲ] οὑν ABP τούτους τοὺς ὅρους MFG: τοὺς ὅρους τούτους ceteri
<lb/>5 δ’ M ἐπὶ M: πρός ceteri
<lb/>6 εὐσεβείας δὲ καὶ ὁσιότητος M: ὁσιότητος δὲ καὶ εὐσεβείας ceteri 
<lb/>7 περιγίνεται M: ἐπιγίνεται ceteri προὐβάλετο GH: προὐβάλλετο ceteri 
<lb/>9 πλημμελούσῃ om. F ἐπειδὴ M
<lb/>11 λέγεται δὲ Β ὄφις seclusi ὁ ὄφις M
<lb/>12 προσελθὸν scripsi: προσελθεῖν FG, προσελθὼν ceteri
<lb/>14 πᾶν καλόν M ἀπολαυθῆναι M
<lb/>15 πρὸς δὲ καὶ ὠφελιμώτατον om. F 
<lb/>16 τε καὶ αὖ ABP, αὖ om. Η
<lb/>17 post ἀνιδρύτου add. ἔργου M συναινέσαιεν φαγεῖν M
<lb/>18 καὶ τοῦτ’] κἄπειτα M ἐξαπιναίους M
<lb/>19 μεταβαλεῖν Markland 
<lb/>20 ἡ] ᾖν Markland ἐπεὶ] εἰ M τὸ τῆς ζωῆς F φυτὸν ἀθανάτου ABP 
<lb/>25 μύθου πλάσματα M: πλάσματα μύθου Η, πλάσμα μύθου FG, πλάσματα μύθων ABP 
<lb/>26 τύπων] τρόπων M, τύπων τρόπον G</note>  

<pb n="v.1.p.55"/>
παρακαλοῦντα κατὰ τὰς δι’ ὑπονοιῶν ἀποδόσεις. ἑπόμενος δέ τις εἰκότι
στοχασμῷ φήσει προσηκόντως τὸν εἰρημένον ὄφιν ἡδονῆς εἶναι σύμβολον,
ὅτι πρῶτον μὲν ζῷον ἄπουν ἐστὶ καὶ πρηνὲς πεπτωκὸς ἐπὶ
γαστέρα, δεύτερον δ’ ὅτι γῆς βώλοις σιτίῳ χρῆται, τρίτον δ’ ὅτι τὸν
<lb n="5"/> ἰὸν ἐπιφέρεται τοῖς ὀδοῦσιν, ᾧ τοὺς δηχθέντας ἀναιρεῖν πέφυκεν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="158"><p>οὐδενὸς δὲ τῶν λεχθέντων ὁ φιλήδονος ἀμοιρεῖ· μόλις τε γὰρ τὴν κεφαλὴν
ἐπαίρει βαρυνόμενος καὶ καθελκόμενος, ἐκτραχηλιζούσης καὶ ὑποσκελιζούσης
τῆς ἀκρασίας· σιτεῖταί τε οὐκ οὐράνιον τροφήν, ἣν ὀρέγει τοῖς
φιλοθεάμοσι διὰ λόγων καὶ δογμάτων σοφία, τὴν δ’ ἀναδιδομένην ἐκ
<lb n="10"/> γῆς κατὰ τὰς ἐτησίους ὥρας, ἐξ ἧς οἰνοφλυγίαι καὶ ὀψοφαγίαι καὶ λαιμαργίαι,
<add>αἳ</add> τὰς γαστρὸς ἐπιθυμίας προσαναρρηγνῦσαι καὶ ἀναρριπίζουσαι
[καὶ ἀνδραποδίζουσαι] πρὸς γαστριμαργίαν συναύξουσι καὶ ἀναρρηγνύουσι
καὶ τοὺς ὑπογαστρίους οἴστρους· σιτοπόνων τε γὰρ καὶ ὀψαρτυτῶν
κάματον ἐπιλιχνεύει καὶ τῆς ἀπὸ τῶν ἡδυσμάτων κνίσσης ἐν κύκλῳ
<lb n="15"/> τὴν κεφαλὴν περιάγων μεταλαμβάνειν [τῆς εἰδεχθείας] ὀρέγεται, καὶ
ὁπότε πολυτελῆ τράπεζαν θεάσαιτο, καταβαλὼν αὑτὸν ὅλον ἐπὶ τὰ εὐτρεπισθέντα
ἐκχεῖται, πάντων ἀθρόων σπουδάζων ἐμφορεῖσθαι, τέλος οὐ
κόρον ἀλλὰ τὸ μηδὲν ὑπολείπεσθαι τῶν εὐτρεπισθέντων ποιούμενος.
</p></div></div></body></text></TEI>