<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="156"><p>λέγεται τὸ παλαιὸν τὸ ἰοβόλον καὶ γηγενὲς ἑρπετὸν [ὄφις] ἀνθρώπου
φωνὴν προΐεσθαι καί ποτε προσελθὸν τῇ τοῦ πρώτου φύντος ἀνδρὸς
γυναικὶ τῆς βραδυτῆτος καὶ τῆς ἄγαν εὐλαβείας ὀνειδίσαι, διότι
μέλλει καὶ ὑπερτίθεται πάγκαλον ὀφθῆναι καὶ ἥδιστον ἀπολαυσθῆναι
καρπὸν δρέπεσθαι, πρὸς δὲ καὶ ὠφελιμώτατον, ᾧ δυνήσεται γνωρίζειν <lb n="15"/>
ἀγαθά τε αὖ καὶ κακά· τὴν δὲ ἀνεξετάστως ἀπὸ γνώμης ἀβεβαίου καὶ
ἀνιδρύτου συναινέσασαν ἐμφαγεῖν <milestone unit="altpage1" n="p. 38 M."/>  τοῦ καρποῦ καὶ τῷ ἀνδρὶ μεταδοῦναι
— καὶ τοῦτ’ ἐξαπιναίως ἀμφοτέρους ἐξ ἀκακίας καὶ ἁπλότητος
ἠθῶν εἰς πανουργίαν μετέβαλεν —· ἐφ’ ᾧ τὸν πατέρα χαλεπήναντα —
ἡ γὰρ πρᾶξις ὀργῆς ἀξία, ἐπεὶ παρελθόντες τὸ ζωῆς ἀθανάτου φυτόν, <lb n="20"/>
τὴν ἀρετῆς παντέλειαν, ὑφ’ ἧς μακραίωνα καὶ εὐδαίμονα βίον ἐδύναντο
καρποῦσθαι, τὸν ἐφήμερον καὶ θνητὸν οὐ βίον ἀλλὰ χρόνον κακοδαιμονίας
μεστὸν εἵλοντο — κολάσεις ὁρίσαι κατ’ αὐτῶν τὰς
προσηκούσας.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="157"><p><milestone unit="altref" n="56"/> Ἔστι δὲ ταῦτα οὐ μύθου πλάσματα, οἷς τὸ ποιητικὸν <lb n="25"/>
καὶ σοφιστικὸν χαίρει γένος, ἀλλὰ δείγματα τύπων ἐπ’ ἀλληγορίαν
<note xml:lang="mul" type="footnote"><lb/>2 τοῦ τῶν καλῶν ABP 2.
<lb/>3 τοῦ καλὸν καὶ πονηρὸν M
<lb/>3 γνωριστικοῦ Wendl.: ὁριστικοῦ M, γνωστικοῦ ceteri μέσην] μεγίστην P ἣ Α
<lb/>4 δὲ] οὑν ABP τούτους τοὺς ὅρους MFG: τοὺς ὅρους τούτους ceteri
<lb/>5 δ’ M ἐπὶ M: πρός ceteri
<lb/>6 εὐσεβείας δὲ καὶ ὁσιότητος M: ὁσιότητος δὲ καὶ εὐσεβείας ceteri 
<lb/>7 περιγίνεται M: ἐπιγίνεται ceteri προὐβάλετο GH: προὐβάλλετο ceteri 
<lb/>9 πλημμελούσῃ om. F ἐπειδὴ M
<lb/>11 λέγεται δὲ Β ὄφις seclusi ὁ ὄφις M
<lb/>12 προσελθὸν scripsi: προσελθεῖν FG, προσελθὼν ceteri
<lb/>14 πᾶν καλόν M ἀπολαυθῆναι M
<lb/>15 πρὸς δὲ καὶ ὠφελιμώτατον om. F 
<lb/>16 τε καὶ αὖ ABP, αὖ om. Η
<lb/>17 post ἀνιδρύτου add. ἔργου M συναινέσαιεν φαγεῖν M
<lb/>18 καὶ τοῦτ’] κἄπειτα M ἐξαπιναίους M
<lb/>19 μεταβαλεῖν Markland 
<lb/>20 ἡ] ᾖν Markland ἐπεὶ] εἰ M τὸ τῆς ζωῆς F φυτὸν ἀθανάτου ABP 
<lb/>25 μύθου πλάσματα M: πλάσματα μύθου Η, πλάσμα μύθου FG, πλάσματα μύθων ABP 
<lb/>26 τύπων] τρόπων M, τύπων τρόπον G</note>  

<pb n="v.1.p.55"/>
παρακαλοῦντα κατὰ τὰς δι’ ὑπονοιῶν ἀποδόσεις. ἑπόμενος δέ τις εἰκότι
στοχασμῷ φήσει προσηκόντως τὸν εἰρημένον ὄφιν ἡδονῆς εἶναι σύμβολον,
ὅτι πρῶτον μὲν ζῷον ἄπουν ἐστὶ καὶ πρηνὲς πεπτωκὸς ἐπὶ
γαστέρα, δεύτερον δ’ ὅτι γῆς βώλοις σιτίῳ χρῆται, τρίτον δ’ ὅτι τὸν
<lb n="5"/> ἰὸν ἐπιφέρεται τοῖς ὀδοῦσιν, ᾧ τοὺς δηχθέντας ἀναιρεῖν πέφυκεν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="158"><p>οὐδενὸς δὲ τῶν λεχθέντων ὁ φιλήδονος ἀμοιρεῖ· μόλις τε γὰρ τὴν κεφαλὴν
ἐπαίρει βαρυνόμενος καὶ καθελκόμενος, ἐκτραχηλιζούσης καὶ ὑποσκελιζούσης
τῆς ἀκρασίας· σιτεῖταί τε οὐκ οὐράνιον τροφήν, ἣν ὀρέγει τοῖς
φιλοθεάμοσι διὰ λόγων καὶ δογμάτων σοφία, τὴν δ’ ἀναδιδομένην ἐκ
<lb n="10"/> γῆς κατὰ τὰς ἐτησίους ὥρας, ἐξ ἧς οἰνοφλυγίαι καὶ ὀψοφαγίαι καὶ λαιμαργίαι,
<add>αἳ</add> τὰς γαστρὸς ἐπιθυμίας προσαναρρηγνῦσαι καὶ ἀναρριπίζουσαι
[καὶ ἀνδραποδίζουσαι] πρὸς γαστριμαργίαν συναύξουσι καὶ ἀναρρηγνύουσι
καὶ τοὺς ὑπογαστρίους οἴστρους· σιτοπόνων τε γὰρ καὶ ὀψαρτυτῶν
κάματον ἐπιλιχνεύει καὶ τῆς ἀπὸ τῶν ἡδυσμάτων κνίσσης ἐν κύκλῳ
<lb n="15"/> τὴν κεφαλὴν περιάγων μεταλαμβάνειν [τῆς εἰδεχθείας] ὀρέγεται, καὶ
ὁπότε πολυτελῆ τράπεζαν θεάσαιτο, καταβαλὼν αὑτὸν ὅλον ἐπὶ τὰ εὐτρεπισθέντα
ἐκχεῖται, πάντων ἀθρόων σπουδάζων ἐμφορεῖσθαι, τέλος οὐ
κόρον ἀλλὰ τὸ μηδὲν ὑπολείπεσθαι τῶν εὐτρεπισθέντων ποιούμενος.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="159"><p>ὅθεν οὐχ ἧττον ὄφεως ἐν τοῖς ὀδοῦσιν ἐπιφέρεται τὸν ἰόν· οὗτοι γάρ <lb n="20"/> εἰσιν ἀπληστίας ὑπηρέται καὶ ὑπουργοί, πάνθ’ ὅσα πρὸς ἐδωδὴν τέμνοντές
τε καὶ λεαίνοντες καὶ τὸ μὲν πρῶτον γλώττῃ παραδιδόντες τῇ
 χυλοὺς δικαζούσῃ πρὸς ἐπίκρισιν, ἔπειτα δὲ φάρυγγι·  <milestone unit="altpage2" n="p. 39 Μ."/> σιτίων δὲ ἀμετρία
θανατῶδες φύσει καὶ ἰοβόλον, ἅτε πέψιν οὐκ ἐνδεχομένων διὰ τὴν
<note xml:lang="mul" type="footnote"><lb/>1 καλοῦντα H, καλούντων L κατὰ] καὶ M
<lb/>2 φησὶ M
<lb/>3 ζῶον ἄπουν M: ἄπουν (om. ζῷον) ABP, ἄπους (om. ζῷον) FGH καὶ πρηνὲς M: καὶ om. ceteri πρηνὴς H πεπτωκὼς MFGH
<lb/>4 δὲ ABP γῆς—ὅτι om. F κέχρηται ABP δὲ ABP
<lb/>6 μόγις M
<lb/>7 ἐπαίρει] ἐπιφέρει M
<lb/>8 τῆς om. M τε] δ’ M
<lb/>9 καὶ διὰ λόγων ABP
<lb/>11 αἳ add. Creuzer ἐπιθυμίας συναύξουσι πρὸς γαστριμαργίαν· ἀναρρηγνύσαι (sic) καὶ ἀνδραποδίζουσαι τὰς γαστριμαργίας καὶ τοὺς ὑπογαστρίους οἴστρους M 11.
<lb/>12 ἀναρριπίζουσαι Mang.: ἀναρριπτοῦσαι codd.
<lb/>12 καὶ ἀνδραποδίζουσαι secl. Wendl. 12.
<lb/>13 συναύξουσαι καὶ ἀναρρηγνύουσαι ABP
<lb/>13 καὶ ante τοὺς om. ΑΒP1
<lb/>14 ἐπιλιχνεύει M: περιλιχνεύουσι ceteri τῆς] τις (ι in ras.) Β κνίσης H
<lb/>15 μεταλαμβάνει καὶ τῆς εἰδεχθείας· ὀρέγεται δὲ M τῆς εἰδεχθείας seclusi: ἤδη τῆς θέας Mang., ὢ τῆς coni. Wendl.
<lb/>16 καταβαλὼν Μ: ἐπιβαλὼν ceteri αὐτὸν M
<lb/>17 ἐγχεῖται M πάντα ἄνθρωπον σπεύδων M ἀθρόων Markland: ἀθρόον codd. 17.
<lb/>18 οὐ κόρον ἀλλὰ M: οὐχ ὅρον ἄλλο ἡ FGH, οὐκ ἄλλο ἢ ABP
<lb/>19 ἐν τοῖς M: αὐτοῖς ceteri 
<lb/>20 ἐδωδὴν MH: ἡδονὴν ceteri
<lb/>21 πρῶτον γλώττῃ] γλώττη πρότερον M τῇ] τοὺς M
<lb/>22 χιλοὺς BH διχάζουσι (sic) M δὲ alterum om. ABPG
<lb/>23 θανατώδη φύσιν M ἐνδεχόμενον M</note>  

<pb n="v.1.p.56"/>
 τῶν ἐπεισιόντων φοράν, ἣ γίνεται πρὶν ἐξικμασθῆναι τὰ πρότερα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="160"><p>φωνὴν
δ’ ἀνθρώπειον ὄφις λέγεται προΐεσθαι, διότι μυρίοις ὑπερμάχοις καὶ
προαγωνισταῖς ἡδονὴ χρῆται τὴν ἐπιμέλειαν καὶ προστασίαν αὐτῆς ἀνειληφόσιν,
οἳ τολμῶσιν ἀναδιδάσκειν ὅτι πάντων τὸ κράτος ἀνῆπται μικρῶν
</p></div></div></body></text></TEI>