ἔτι δὲ τοῦ ἀνδρὸς μονήρη βίον ζῶντος, μήπω διαπλασθείσης τῆς γυναικός, φυτευθῆναι λόγος ἔχει παράδεισον ὑπὸ θεοῦ τοῖς παρ’ ἡμῖν οὐδὲν προσεοικότα (Gen. 2, 8 s.)· τῶν μὲν γάρ ἐστιν ἄψυχος ἡ ὕλη, παντοίων δένδρων κατάπλεως, τῶν μὲν ἀειθαλῶν πρὸς τὴν ὄψεως ἀδιάστατον ἡδονήν, τῶν δὲ ταῖς ἐαριναῖς ὥραις ἡβώντων καὶ βλαστανόντων, καὶ τῶν μὲν ἥμερον καρπὸν ἀνθρώποις φερόντων, οὐ πρὸς ἀναγκαίαν μόνον χρῆσιν τροφῆς ἀλλὰ καὶ πρὸς περιττὴν ἀπόλαυσιν ἁβροδιαίτου βίου, τῶν δ’ οὐχ ὅμοιον, ὃς ἀναγκαίως θηρίοις ἀπενεμήθη· κατὰ δὲ τὸν θεῖον παράδεισον ἔμψυχα καὶ λογικὰ φυτὰ πάντ’ εἶναι συμβέβηκε, καρπὸν φέροντα τὰς ἀρετὰς καὶ προσέτι τὴν ἀδιάφθορον σύνεσιν καὶ ἀγχίνοιαν, ᾗ γνωρίζεται τὰ καλὰ καὶ τὰ αἰσχρά, ζωήν τ’ ἄνοσον καὶ ἀφθαρσίαν καὶ πᾶν εἴ τι τούτοις ὁμοιότροπον. ταῦτα δέ μοι δοκεῖ συμβολικῶς μᾶλλον ἢ κυρίως φιλοσοφεῖσθαι· δένδρα γὰρ ἐπὶ γῆς οὔτε πέφηνέ πω πρότερον οὔτ’ αὖθις εἰκὸς φανεῖσθαι ζωῆς ἢ συνέσεως· ἀλλ’ ὡς ἔοικεν αἰνίττεται διὰ μὲν τοῦ παραδείσου τὸ τῆς ψυχῆς ἡγεμονικόν, ὅπερ ἐστὶ κατάπλεων οἷα φυτῶν μυρίων 1 ἑκατέρω M ἐναπεμάττετο Mang.: ἀπεμάττετο codd. τῇ om. M 2 τὴν θνητὴν M 3 ἐπλάσθη] ἐγενήθη M 4 ἐνησμένισε Mang. ἥ δ’ Α οὐδὲν ἐκείνου M: οὐδὲν ἐκείνω FGH, οὐδ’ ἐν ἐκείνω ABP 5 ἐμφανέστερον ABP γάννυται ABPFGH, γαυροῦται M τε om. M ἀντιπροσφθέγγεται] προσαγορεύεται M 6 δὲ M ἐπιγινόμενος B, γενόμενος M 7 ἁρμόττεται FGH: ἡρμονίζετο M, ἁρμόττοντα ABP ἐνίδρυσεν ABP 10 δι’ ἣν M: δι’ οὗ ceteri 11 ἀντ’ om. M δὲ καὶ FG 12 τῆς γυναικός M: τῆς om. ceteri 16 τῶν] τὸν corr. ex τῶν Η, τὸν L 17 μόνην M 18 τῶν δ’ οὐχ ὅμοιον scripsi: om. ABPH1, τῶν δ’ οὐχ ὁμοίων M, τὸν δ’ οὐχ ὅμοιον FGH2L, τὸν δ’ ἀνήμερον Christophorson Mang. ὃς] ὡς M ἀναγκαῖος FG 20 φυτὰ MFG: τὰ φυτὰ ceteri 21 ἀδιάφορον ABP1, διάφορον M καὶ ἀγχίνοιαν om. M 21. 22 τὰ καλὰ καὶ τὰ αἰσχρά M: τὰ αἰσχρὰ καὶ καλά ceteri 22 τ᾿ om. M ἄνοσον] ἄνεσιν M τούτων H 24 που M ὅσων δοξῶν, διὰ δὲ τοῦ δένδρου τῆς ζωῆς τὴν μεγίστην τῶν ἀρετῶν θεοσέβειαν, δι’ ἧς ἀθανατίζεται ἡ ψυχή, διὰ δὲ τοῦ καλῶν καὶ πονηρῶν γνωριστικοῦ φρόνησιν τὴν μέσην, ᾗ διακρίνεται τἀναντία φύσει.