<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="151"><p><milestone unit="altref" n="53"/> Ἐπεὶ δ’ οὐδὲν τῶν ἐν γενέσει βέβαιον, τροπὰς δὲ καὶ μεταβολὰς
ἀναγκαίως τὰ θνητὰ δέχεται, ἐχρῆν καὶ τὸν πρῶτον ἄνθρωπον
ἀπολαῦσαί τινος κακοπραγίας. ἀρχὴ δὲ τῆς ὑπαιτίου ζωῆς αὐτῷ γίνεται
γυνή· μέχρι μὲν γὰρ εἷς ἦν, ὡμοιοῦτο κατὰ τὴν μόνωσιν κόσμῳ <lb n="25"/>
<note xml:lang="mul" type="footnote"><lb/>1 εὐπρεπὴς καὶ ἡγεμών· προσαγορεύειν δὲ ἑκάστω τῶν ὑπηκόων M 1.
<lb/>2 ὑπερβαλλούσης M
<lb/>2 δ’ om. M 3.
<lb/>4 αὐτοῦ Α, αὐτοῦ ceteri
<lb/>4 ἀπάντων ἡγεμόνα M: ἡγεμόνα πάντων ceteri
<lb/>6 ὄντος] γεγονότος Jessen ἔτι] ἔστι G
<lb/>8 Ἀδάμ M: ἄνθρωπον ceteri
<lb/>10 ᾔδει] ἤδη Μ
<lb/>11 post αὐτοκίνητον add. πονητόν M αὐτὸς om. M 12.
<lb/>13 πρὸς ἐπίδειξιν Mang.: πρός τι M, προσέτι cetcri
<lb/>13 ἔργων ἀνακαλῶν ABP
<lb/>14 τὰς om. Η
<lb/>15 φύσεως] ἕξεως M 1() ἡ νοσήματος om. M
<lb/>17 ταῖς φαντασίαις Η καὶ Μ: ἢ ceteri 17.
<lb/>18 ἀκραιφνεστάταις χρώμενος Η
<lb/>20 οὕτω codd. ὡς ἐπ’ αὐτὸ τὸ πέρας Christophorson Μang.
<lb/>23 ἀναγκαίως M: om. F, ἀναγκαίας ceteri καὶ om. ABP1
<lb/>24 αὐτοῦ ABP
<lb/>25 γὰρ in marg. Α, om. B ὡμοιοῦτο M: ὡμοιοῦτο τῶ ceteri μόνωσιν M: γένεσιν ceteri</note> <note xml:lang="mul" type="footnote"><lb/>13 Basil. in Hexaem. homil. IV
<lb/>1 . . . ἡμεῖς δὲ ἄρα οὑς ὁ κύριος . . . ἐπὶ τὴν ἐπίδειξιν συνεκάλεσε τῶν οἰκείων ἔργων.</note>  

<pb n="v.1.p.53"/>
καὶ θεῷ καὶ τῆς ἑκατέρου φύσεως ἐναπεμάττετο τῇ ψυχῇ τοὺς χαρακτῆρας,
οὐ πάντας ἀλλ’ ὅσους χωρῆσαι δυνατὸν θνητὴν σύστασιν· ἐπεὶ
δ’ ἐπλάσθη καὶ γυνή, θεασάμενος ἀδελφὸν εἶδος καὶ συγγενῆ μορφὴν
ἠσμένισε τῇ θέᾳ καὶ προσιὼν ἠσπάζετο.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="152"><p>ἡ δ’ οὐδὲν ἐκείνου προσβλέπουσα <lb n="5"/> ζῷον ἐμφερέστερον ἑαυτῇ γάνυταί τε καὶ ἀντιπροσφθέγγεται μετ’
αἰδοῦς· ἔρως δ’ ἐπιγενόμενος καθάπερ ἑνὸς ζῴου διττὰ τμήματα διεστηκότα
συναγαγὼν εἰς ταὐτὸν ἁρμόττεται, πόθον ἐνιδρυσάμενος ἑκατέρῳ
τῆς πρὸς θάτερον κοινωνίας εἰς τὴν τοῦ ὁμοίου γένεσιν· ὁ δὲ πόθος
οὗτος καὶ τὴν τῶν σωμάτων ἡδονὴν ἐγέννησεν, ἥτις ἐστὶν ἀδικημάτων
 καὶ παρανομημάτων  <milestone unit="altpage2" n="p. 37 M."/> ἀρχή, δι’ ἣν ὑπαλλάττονται τὸν θνητὸν καὶ κακοδαίμονα
<lb n="11"/> βίον ἀντ’ ἀθανάτου καὶ εὐδαίμονος. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="153"><p><milestone unit="altref" n="54"/> ἔτι δὲ τοῦ ἀνδρὸς μονήρη βίον ζῶντος, μήπω διαπλασθείσης τῆς γυναικός, φυτευθῆναι λόγος
ἔχει παράδεισον ὑπὸ θεοῦ τοῖς παρ’ ἡμῖν οὐδὲν προσεοικότα (Gen. 2, 8 s.)·
τῶν μὲν γάρ ἐστιν ἄψυχος ἡ ὕλη, παντοίων δένδρων κατάπλεως, τῶν
<lb n="15"/> μὲν ἀειθαλῶν πρὸς τὴν ὄψεως ἀδιάστατον ἡδονήν, τῶν δὲ ταῖς ἐαριναῖς
ὥραις ἡβώντων καὶ βλαστανόντων, καὶ τῶν μὲν ἥμερον καρπὸν ἀνθρώποις
φερόντων, οὐ πρὸς ἀναγκαίαν μόνον χρῆσιν τροφῆς ἀλλὰ καὶ πρὸς
περιττὴν ἀπόλαυσιν ἁβροδιαίτου βίου, τῶν δ’ οὐχ ὅμοιον, ὃς ἀναγκαίως
θηρίοις ἀπενεμήθη· κατὰ δὲ τὸν θεῖον παράδεισον ἔμψυχα καὶ λογικὰ
<lb n="20"/> φυτὰ πάντ’ εἶναι συμβέβηκε, καρπὸν φέροντα τὰς ἀρετὰς καὶ προσέτι
τὴν ἀδιάφθορον σύνεσιν καὶ ἀγχίνοιαν, ᾗ γνωρίζεται τὰ καλὰ καὶ τὰ
αἰσχρά, ζωήν τ’ ἄνοσον καὶ ἀφθαρσίαν καὶ πᾶν εἴ τι τούτοις ὁμοιότροπον.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="154"><p>ταῦτα δέ μοι δοκεῖ συμβολικῶς μᾶλλον ἢ κυρίως φιλοσοφεῖσθαι· δένδρα γὰρ ἐπὶ γῆς οὔτε πέφηνέ πω πρότερον οὔτ’ αὖθις εἰκὸς φανεῖσθαι
<lb n="25"/> ζωῆς ἢ συνέσεως· ἀλλ’ ὡς ἔοικεν αἰνίττεται διὰ μὲν τοῦ παραδείσου
τὸ τῆς ψυχῆς ἡγεμονικόν, ὅπερ ἐστὶ κατάπλεων οἷα φυτῶν μυρίων
<note xml:lang="mul" type="footnote"><lb/>1 ἑκατέρω M ἐναπεμάττετο Mang.: ἀπεμάττετο codd. τῇ om. M
<lb/>2 τὴν θνητὴν M
<lb/>3 ἐπλάσθη] ἐγενήθη M
<lb/>4 ἐνησμένισε Mang. ἥ δ’ Α οὐδὲν ἐκείνου M: οὐδὲν ἐκείνω FGH, οὐδ’ ἐν ἐκείνω ABP
<lb/>5 ἐμφανέστερον ABP γάννυται ABPFGH, γαυροῦται M τε om. M ἀντιπροσφθέγγεται] προσαγορεύεται M 
<lb/>6 δὲ M ἐπιγινόμενος B, γενόμενος M
<lb/>7 ἁρμόττεται FGH: ἡρμονίζετο M, ἁρμόττοντα ABP ἐνίδρυσεν ABP
<lb/>10 δι’ ἣν M: δι’ οὗ ceteri
<lb/>11 ἀντ’ om. M δὲ καὶ FG
<lb/>12 τῆς γυναικός M: τῆς om. ceteri
<lb/>16 τῶν] τὸν corr. ex τῶν Η, τὸν L
<lb/>17 μόνην M
<lb/>18 τῶν δ’ οὐχ ὅμοιον scripsi: om. ABPH1, τῶν δ’ οὐχ ὁμοίων M, τὸν δ’ οὐχ ὅμοιον FGH2L, τὸν δ’ ἀνήμερον Christophorson Mang. ὃς] ὡς M ἀναγκαῖος FG
<lb/>20 φυτὰ MFG: τὰ φυτὰ ceteri 
<lb/>21 ἀδιάφορον ABP1, διάφορον M καὶ ἀγχίνοιαν om. M 21.
<lb/>22 τὰ καλὰ καὶ τὰ αἰσχρά M: τὰ αἰσχρὰ καὶ καλά ceteri
<lb/>22 τ᾿ om. M ἄνοσον] ἄνεσιν M τούτων H
<lb/>24 που M</note>  

<pb n="v.1.p.54"/>
ὅσων δοξῶν, διὰ δὲ τοῦ δένδρου τῆς ζωῆς τὴν μεγίστην τῶν ἀρετῶν
θεοσέβειαν, δι’ ἧς ἀθανατίζεται ἡ ψυχή, διὰ δὲ τοῦ καλῶν καὶ
πονηρῶν γνωριστικοῦ φρόνησιν τὴν μέσην, ᾗ διακρίνεται τἀναντία φύσει.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="155"><p><milestone unit="altref" n="55"/> θέμενος δὲ τούτους τοὺς ὅρους ἐν ψυχῇ καθάπερ δικαστὴς ἐσκόπει,
πρὸς πότερον ἐπικλινῶς ἕξει. ὡς δὲ εἶδε ῥέπουσαν μὲν ἐπὶ <lb n="5"/>
πανουργίαν, εὐσεβείας δὲ καὶ ὁσιότητος ὀλιγωροῦσαν, ἐξ ὧν ἡ ἀθάνατος
ζωὴ περιγίνεται, προὐβάλετο κατὰ τὸ εἰκὸς καὶ ἐφυγάδευσεν
ἐκ τοῦ παραδείσου, μηδ’ ἐλπίδα τῆς εἰσαῦθις ἐπανόδου δυσίατα καὶ
ἀθεράπευτα πλημμελούσῃ ψυχῇ παρασχών, ἐπεὶ καὶ ἡ τῆς ἀπάτης
πρόφασις ἐπίληπτος ἦν οὐ μετρίως, ἣν οὐκ ἄξιον παρασιωπῆσαι. <lb n="10"/>
</p></div></div></body></text></TEI>