Ἐπεὶ δ’ οὐδὲν τῶν ἐν γενέσει βέβαιον, τροπὰς δὲ καὶ μεταβολὰς ἀναγκαίως τὰ θνητὰ δέχεται, ἐχρῆν καὶ τὸν πρῶτον ἄνθρωπον ἀπολαῦσαί τινος κακοπραγίας. ἀρχὴ δὲ τῆς ὑπαιτίου ζωῆς αὐτῷ γίνεται γυνή· μέχρι μὲν γὰρ εἷς ἦν, ὡμοιοῦτο κατὰ τὴν μόνωσιν κόσμῳ 1 εὐπρεπὴς καὶ ἡγεμών· προσαγορεύειν δὲ ἑκάστω τῶν ὑπηκόων M 1. 2 ὑπερβαλλούσης M 2 δ’ om. M 3. 4 αὐτοῦ Α, αὐτοῦ ceteri 4 ἀπάντων ἡγεμόνα M: ἡγεμόνα πάντων ceteri 6 ὄντος] γεγονότος Jessen ἔτι] ἔστι G 8 Ἀδάμ M: ἄνθρωπον ceteri 10 ᾔδει] ἤδη Μ 11 post αὐτοκίνητον add. πονητόν M αὐτὸς om. M 12. 13 πρὸς ἐπίδειξιν Mang.: πρός τι M, προσέτι cetcri 13 ἔργων ἀνακαλῶν ABP 14 τὰς om. Η 15 φύσεως] ἕξεως M 1() ἡ νοσήματος om. M 17 ταῖς φαντασίαις Η καὶ Μ: ἢ ceteri 17. 18 ἀκραιφνεστάταις χρώμενος Η 20 οὕτω codd. ὡς ἐπ’ αὐτὸ τὸ πέρας Christophorson Μang. 23 ἀναγκαίως M: om. F, ἀναγκαίας ceteri καὶ om. ABP1 24 αὐτοῦ ABP 25 γὰρ in marg. Α, om. B ὡμοιοῦτο M: ὡμοιοῦτο τῶ ceteri μόνωσιν M: γένεσιν ceteri 13 Basil. in Hexaem. homil. IV 1 . . . ἡμεῖς δὲ ἄρα οὑς ὁ κύριος . . . ἐπὶ τὴν ἐπίδειξιν συνεκάλεσε τῶν οἰκείων ἔργων. καὶ θεῷ καὶ τῆς ἑκατέρου φύσεως ἐναπεμάττετο τῇ ψυχῇ τοὺς χαρακτῆρας, οὐ πάντας ἀλλ’ ὅσους χωρῆσαι δυνατὸν θνητὴν σύστασιν· ἐπεὶ δ’ ἐπλάσθη καὶ γυνή, θεασάμενος ἀδελφὸν εἶδος καὶ συγγενῆ μορφὴν ἠσμένισε τῇ θέᾳ καὶ προσιὼν ἠσπάζετο. ἡ δ’ οὐδὲν ἐκείνου προσβλέπουσα ζῷον ἐμφερέστερον ἑαυτῇ γάνυταί τε καὶ ἀντιπροσφθέγγεται μετ’ αἰδοῦς· ἔρως δ’ ἐπιγενόμενος καθάπερ ἑνὸς ζῴου διττὰ τμήματα διεστηκότα συναγαγὼν εἰς ταὐτὸν ἁρμόττεται, πόθον ἐνιδρυσάμενος ἑκατέρῳ τῆς πρὸς θάτερον κοινωνίας εἰς τὴν τοῦ ὁμοίου γένεσιν· ὁ δὲ πόθος οὗτος καὶ τὴν τῶν σωμάτων ἡδονὴν ἐγέννησεν, ἥτις ἐστὶν ἀδικημάτων καὶ παρανομημάτων ἀρχή, δι’ ἣν ὑπαλλάττονται τὸν θνητὸν καὶ κακοδαίμονα βίον ἀντ’ ἀθανάτου καὶ εὐδαίμονος.