<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="147"><p>καὶ προσέτι πᾶσι τοῖς λεχθεῖσιν ὡς οἰκειοτάτοις καὶ συγγενεστάτοις χωρίοις ἐνδιαιτᾶται τόπους ἀμείβων καὶ ἄλλοτε
ἄλλοις ἐπιφοιτῶν, ὡς κυριώτατα φάναι τὸν ἄνθρωπον πάντα εἶναι, χερσαῖον
<lb n="15"/> ἔνυδρον πτηνὸν οὐράνιον· ᾗ μὲν γὰρ οἰκεῖ καὶ βέβηκεν ἐπὶ γῆς, χερσαῖον
ζῷόν ἐστιν, ᾗ δὲ δύεται καὶ νήχεται καὶ πλεῖ πολλάκις, ἔνυδρον—
ἔμποροι καὶ ναύκληροι καὶ πορφυρεῖς καὶ ὅσοι τὴν ἐπ’ ὀστρέοις καὶ
ἰχθύσιν ἄγραν μετίασι τοῦ λεχθέντος εἰσὶ σαφεστάτη πίστις —, ᾗ δὲ
μετέωρον ἀπὸ γῆς ἀνώφοιτον ἐξῆρται τὸ σῶμα, λέγοιτ’ ἂν ἐνδίκως
<lb n="20"/> ἀεροπόρον εἶναι, πρὸς δὲ καὶ οὐράνιον, διὰ τῆς ἡγεμονικωτάτης τῶν
αἰσθήσεων ὄψεως ἡλίῳ καὶ σελήνῃ καὶ ἑκάστῳ τῶν ἄλλων ἀστέρων
πλανήτων καὶ ἀπλανῶν συνεγγίζων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="148"><p><milestone unit="altref" n="52"/> Παγκάλως δὲ καὶ τὴν θέσιν τῶν ὀνομάτων ἀνῆψε τῷ πρώτῳ (Gen. 2,19)· σοφίας γὰρ καὶ βασιλείας τὸ ἔργον, σοφὸς δ’ ἐκεῖνος
<lb n="25"/>αὐτομαθὴς καὶ αὐτοδίδακτος, χερσὶ θείαις γενόμενος, καὶ προσέτι βασιλεύς·
<note xml:lang="mul" type="footnote"><lb/>1 τοῦ] τὸ corr. ex τοῦ F τοῦ πρώτου F, πρῶτον AP
<lb/>2 ψυχήν τε] καὶ ψυχὴν H (sed καὶ superscr. Η2) ἐλάττω M
<lb/>3 τ’ ABP
<lb/>4 τῆς om. M ἰδέας ἐκείνων Η μετασχόντας ABP οὐσίας G, γρ. οὐσίας F2 in marg. ἀναγκαῖον ἦν M
<lb/>5 διασώζειν M προπάτορα M: πατέρα ceteri
<lb/>6 τίς; πᾶς] πᾶς τις M κτὰ μὲν om. M διάνοιαν] συγγένειαν G ᾠκείωται] ὦ οἰκειοῦται M 6.
<lb/>7 λόγω θείω M: θείω λόγω ceteri 8.
<lb/>9 συγκέκραται M: συγκέκριται ceteri
<lb/>10 ἐξενεγκόντος M
<lb/>11 τεχνιτεύσῃ M: τεχνιτεύσηται ceteri 12.
<lb/>13 ὡς συγγενεστάτοις καὶ οἰκειοτάτοις Β
<lb/>14 κυριώτατον F1
<lb/>15 ᾖ] εἰ M 
<lb/>16 ᾖ] εἰ M, ἡ F1 μάχεται G
<lb/>18 εἰσὶ] ἐστὶ M ᾖ] εἰ M
<lb/>19 ἀνώφοιτον] ἄνω φοιτῶν M ἐξῆρται Mang.: ἐξήρτηται codd. 21.
<lb/>22 πλανήτων ἀστέρων M
<lb/>22 συνεγγίζων MB: συνεγγίζον (o corr. ex ω) Α, συνεγγίζον ceteri 
<lb/>23 ὀνομάτων] ὀμμάτων BP
<lb/>25 χερσὶ M: χάρισι ceteri καὶ προσέτι δὲ ABP 4*</note>  

<pb n="v.1.p.52"/>
ἐμπρεπὲς δ’ ἡγεμόνι προσαγορεύειν ἕκαστον τῶν ὑπηκόων. ὑπερβάλλουσα
δ’ ὡς εἰκὸς <milestone unit="altpage1" n="p. 36 M."/>  δύναμις ἀρχῆς ἦν περὶ τὸν πρῶτον ἐκεῖνον ἄνθρωπον,
ὃν σπουδῇ διαπλάσας ὁ θεὸς ἠξίου δευτερείων, ὕπαρχον μὲν αὑτοῦ,
τῶν δ’ ἄλλων ἁπάντων ἡγεμόνα τιθείς, ὁπότε καὶ οἱ τοσαύταις
γενεαῖς ὕστερον φύντες, ἤδη τοῦ γένους διὰ μακρὰς χρόνων περιόδους <lb n="5"/>
ἐξιτήλου ὄντος, οὐδὲν ἧττον ἔτι δεσπόζουσι τῶν ἀλόγων καθάπερ λαμπάδιον
ἀρχῆς καὶ δυναστείας ἀπὸ τοῦ πρώτου διαδοθὲν φυλάττοντες.
</p></div></div></body></text></TEI>