καὶ προσέτι πᾶσι τοῖς λεχθεῖσιν ὡς οἰκειοτάτοις καὶ συγγενεστάτοις χωρίοις ἐνδιαιτᾶται τόπους ἀμείβων καὶ ἄλλοτε ἄλλοις ἐπιφοιτῶν, ὡς κυριώτατα φάναι τὸν ἄνθρωπον πάντα εἶναι, χερσαῖον ἔνυδρον πτηνὸν οὐράνιον· ᾗ μὲν γὰρ οἰκεῖ καὶ βέβηκεν ἐπὶ γῆς, χερσαῖον ζῷόν ἐστιν, ᾗ δὲ δύεται καὶ νήχεται καὶ πλεῖ πολλάκις, ἔνυδρον— ἔμποροι καὶ ναύκληροι καὶ πορφυρεῖς καὶ ὅσοι τὴν ἐπ’ ὀστρέοις καὶ ἰχθύσιν ἄγραν μετίασι τοῦ λεχθέντος εἰσὶ σαφεστάτη πίστις —, ᾗ δὲ μετέωρον ἀπὸ γῆς ἀνώφοιτον ἐξῆρται τὸ σῶμα, λέγοιτ’ ἂν ἐνδίκως ἀεροπόρον εἶναι, πρὸς δὲ καὶ οὐράνιον, διὰ τῆς ἡγεμονικωτάτης τῶν αἰσθήσεων ὄψεως ἡλίῳ καὶ σελήνῃ καὶ ἑκάστῳ τῶν ἄλλων ἀστέρων πλανήτων καὶ ἀπλανῶν συνεγγίζων. Παγκάλως δὲ καὶ τὴν θέσιν τῶν ὀνομάτων ἀνῆψε τῷ πρώτῳ (Gen. 2,19)· σοφίας γὰρ καὶ βασιλείας τὸ ἔργον, σοφὸς δ’ ἐκεῖνος αὐτομαθὴς καὶ αὐτοδίδακτος, χερσὶ θείαις γενόμενος, καὶ προσέτι βασιλεύς· 1 τοῦ] τὸ corr. ex τοῦ F τοῦ πρώτου F, πρῶτον AP 2 ψυχήν τε] καὶ ψυχὴν H (sed καὶ superscr. Η2) ἐλάττω M 3 τ’ ABP 4 τῆς om. M ἰδέας ἐκείνων Η μετασχόντας ABP οὐσίας G, γρ. οὐσίας F2 in marg. ἀναγκαῖον ἦν M 5 διασώζειν M προπάτορα M: πατέρα ceteri 6 τίς; πᾶς] πᾶς τις M κτὰ μὲν om. M διάνοιαν] συγγένειαν G ᾠκείωται] ὦ οἰκειοῦται M 6. 7 λόγω θείω M: θείω λόγω ceteri 8. 9 συγκέκραται M: συγκέκριται ceteri 10 ἐξενεγκόντος M 11 τεχνιτεύσῃ M: τεχνιτεύσηται ceteri 12. 13 ὡς συγγενεστάτοις καὶ οἰκειοτάτοις Β 14 κυριώτατον F1 15 ᾖ] εἰ M 16 ᾖ] εἰ M, ἡ F1 μάχεται G 18 εἰσὶ] ἐστὶ M ᾖ] εἰ M 19 ἀνώφοιτον] ἄνω φοιτῶν M ἐξῆρται Mang.: ἐξήρτηται codd. 21. 22 πλανήτων ἀστέρων M 22 συνεγγίζων MB: συνεγγίζον (o corr. ex ω) Α, συνεγγίζον ceteri 23 ὀνομάτων] ὀμμάτων BP 25 χερσὶ M: χάρισι ceteri καὶ προσέτι δὲ ABP 4* ἐμπρεπὲς δ’ ἡγεμόνι προσαγορεύειν ἕκαστον τῶν ὑπηκόων. ὑπερβάλλουσα δ’ ὡς εἰκὸς δύναμις ἀρχῆς ἦν περὶ τὸν πρῶτον ἐκεῖνον ἄνθρωπον, ὃν σπουδῇ διαπλάσας ὁ θεὸς ἠξίου δευτερείων, ὕπαρχον μὲν αὑτοῦ, τῶν δ’ ἄλλων ἁπάντων ἡγεμόνα τιθείς, ὁπότε καὶ οἱ τοσαύταις γενεαῖς ὕστερον φύντες, ἤδη τοῦ γένους διὰ μακρὰς χρόνων περιόδους ἐξιτήλου ὄντος, οὐδὲν ἧττον ἔτι δεσπόζουσι τῶν ἀλόγων καθάπερ λαμπάδιον ἀρχῆς καὶ δυναστείας ἀπὸ τοῦ πρώτου διαδοθὲν φυλάττοντες.