<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="146"><p>ἡ δὲ συγγένεια τίς; πᾶς ἄνθρωπος κατὰ μὲν τὴν διάνοιαν ᾠκείωται λόγῳ
θείῳ, τῆς μακαρίας φύσεως ἐκμαγεῖον ἢ ἀπόσπασμα ἢ ἀπαύγασμα γεγονώς,
κατὰ δὲ τὴν τοῦ σώματος κατασκευὴν ἅπαντι τῷ κόσμῳ· συγκέκραται
γὰρ ἐκ τῶν αὐτῶν, γῆς καὶ ὕδατος καὶ ἀέρος καὶ πυρός, ἑκάστου
<lb n="10"/> τῶν στοιχείων εἰσενεγκόντος τὸ ἐπιβάλλον μέρος πρὸς ἐκπλήρωσιν
αὐταρκεστάτης ὕλης, ἣν ἔδει λαβεῖν τὸν δημιουργόν, ἵνα τεχνιτεύσῃ τὴν
ὁρατὴν ταύτην εἰκόνα·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="147"><p>καὶ προσέτι πᾶσι τοῖς λεχθεῖσιν ὡς οἰκειοτάτοις καὶ συγγενεστάτοις χωρίοις ἐνδιαιτᾶται τόπους ἀμείβων καὶ ἄλλοτε
ἄλλοις ἐπιφοιτῶν, ὡς κυριώτατα φάναι τὸν ἄνθρωπον πάντα εἶναι, χερσαῖον
<lb n="15"/> ἔνυδρον πτηνὸν οὐράνιον· ᾗ μὲν γὰρ οἰκεῖ καὶ βέβηκεν ἐπὶ γῆς, χερσαῖον
ζῷόν ἐστιν, ᾗ δὲ δύεται καὶ νήχεται καὶ πλεῖ πολλάκις, ἔνυδρον—
ἔμποροι καὶ ναύκληροι καὶ πορφυρεῖς καὶ ὅσοι τὴν ἐπ’ ὀστρέοις καὶ
ἰχθύσιν ἄγραν μετίασι τοῦ λεχθέντος εἰσὶ σαφεστάτη πίστις —, ᾗ δὲ
μετέωρον ἀπὸ γῆς ἀνώφοιτον ἐξῆρται τὸ σῶμα, λέγοιτ’ ἂν ἐνδίκως
<lb n="20"/> ἀεροπόρον εἶναι, πρὸς δὲ καὶ οὐράνιον, διὰ τῆς ἡγεμονικωτάτης τῶν
αἰσθήσεων ὄψεως ἡλίῳ καὶ σελήνῃ καὶ ἑκάστῳ τῶν ἄλλων ἀστέρων
πλανήτων καὶ ἀπλανῶν συνεγγίζων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="148"><p><milestone unit="altref" n="52"/> Παγκάλως δὲ καὶ τὴν θέσιν τῶν ὀνομάτων ἀνῆψε τῷ πρώτῳ (Gen. 2,19)· σοφίας γὰρ καὶ βασιλείας τὸ ἔργον, σοφὸς δ’ ἐκεῖνος
<lb n="25"/>αὐτομαθὴς καὶ αὐτοδίδακτος, χερσὶ θείαις γενόμενος, καὶ προσέτι βασιλεύς·
<note xml:lang="mul" type="footnote"><lb/>1 τοῦ] τὸ corr. ex τοῦ F τοῦ πρώτου F, πρῶτον AP
<lb/>2 ψυχήν τε] καὶ ψυχὴν H (sed καὶ superscr. Η2) ἐλάττω M
<lb/>3 τ’ ABP
<lb/>4 τῆς om. M ἰδέας ἐκείνων Η μετασχόντας ABP οὐσίας G, γρ. οὐσίας F2 in marg. ἀναγκαῖον ἦν M
<lb/>5 διασώζειν M προπάτορα M: πατέρα ceteri
<lb/>6 τίς; πᾶς] πᾶς τις M κτὰ μὲν om. M διάνοιαν] συγγένειαν G ᾠκείωται] ὦ οἰκειοῦται M 6.
<lb/>7 λόγω θείω M: θείω λόγω ceteri 8.
<lb/>9 συγκέκραται M: συγκέκριται ceteri
<lb/>10 ἐξενεγκόντος M
<lb/>11 τεχνιτεύσῃ M: τεχνιτεύσηται ceteri 12.
<lb/>13 ὡς συγγενεστάτοις καὶ οἰκειοτάτοις Β
<lb/>14 κυριώτατον F1
<lb/>15 ᾖ] εἰ M 
<lb/>16 ᾖ] εἰ M, ἡ F1 μάχεται G
<lb/>18 εἰσὶ] ἐστὶ M ᾖ] εἰ M
<lb/>19 ἀνώφοιτον] ἄνω φοιτῶν M ἐξῆρται Mang.: ἐξήρτηται codd. 21.
<lb/>22 πλανήτων ἀστέρων M
<lb/>22 συνεγγίζων MB: συνεγγίζον (o corr. ex ω) Α, συνεγγίζον ceteri 
<lb/>23 ὀνομάτων] ὀμμάτων BP
<lb/>25 χερσὶ M: χάρισι ceteri καὶ προσέτι δὲ ABP 4*</note>  

<pb n="v.1.p.52"/>
ἐμπρεπὲς δ’ ἡγεμόνι προσαγορεύειν ἕκαστον τῶν ὑπηκόων. ὑπερβάλλουσα
δ’ ὡς εἰκὸς <milestone unit="altpage1" n="p. 36 M."/>  δύναμις ἀρχῆς ἦν περὶ τὸν πρῶτον ἐκεῖνον ἄνθρωπον,
ὃν σπουδῇ διαπλάσας ὁ θεὸς ἠξίου δευτερείων, ὕπαρχον μὲν αὑτοῦ,
τῶν δ’ ἄλλων ἁπάντων ἡγεμόνα τιθείς, ὁπότε καὶ οἱ τοσαύταις
γενεαῖς ὕστερον φύντες, ἤδη τοῦ γένους διὰ μακρὰς χρόνων περιόδους <lb n="5"/>
ἐξιτήλου ὄντος, οὐδὲν ἧττον ἔτι δεσπόζουσι τῶν ἀλόγων καθάπερ λαμπάδιον
ἀρχῆς καὶ δυναστείας ἀπὸ τοῦ πρώτου διαδοθὲν φυλάττοντες.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="149"><p>φησὶν οὖν ὅτι πάντα τὰ ζῷα ἤγαγεν ὁ θεὸς πρὸς τὸν Ἀδάμ, ἰδεῖν
βουλόμενος τίνας θήσεται προσρήσεις ἑκάστοις, οὐχ ὅτι ἐνεδοίαζεν —
ἄγνωστον γὰρ οὐδὲν θεῷ —, ἀλλ’ ὅτι ᾔδει τὴν λογικὴν ἐν θνητῷ φύσιν <lb n="10"/>
κατεσκευακὼς αὐτοκίνητον, ὅπως ἀμέτοχος αὐτὸς ᾖ κακίας. ἀπεπειρᾶτο
δ’ ὡς ὑφηγητὴς γνωρίμου τὴν ἐνδιάθετον ἕξιν ἀνακινῶν καὶ πρὸς
ἐπίδειξιν τῶν οἰκείων ἀνακαλῶν ἔργων, ἵν’ ἀπαυτοματίσῃ τὰς θέσεις
μήτ’ ἀνοικείους μήτ’ ἀναρμόστους ἀλλ’ ἐμφαινούσας εὖ μάλα τὰς τῶν
 ὑποκειμένων ἰδιότητας.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="150"><p>ἀκράτου γὰρ ἔτι τῆς λογικῆς φύσεως ὑπαρχούσης <lb n="15"/>
ἐν ψυχῇ καὶ μηδενὸς ἀρρωστήματος ἢ νοσήματος ἢ πάθους παρεισεληλυθότος,
τὰς φαντασίας τῶν σωμάτων καὶ πραγμάτων ἀκραιφνεστάτας
λαμβάνων εὐθυβόλους ἐποιεῖτο τὰς κλήσεις, εὖ μάλα στοχαζόμενος
τῶν δηλουμένων, ὡς ἅμα λεχθῆναί τε καὶ νοηθῆναι τὰς φύσεις αὐτῶν.
οὕτως μὲν ἐν ἅπασι τοῖς καλοῖς διέφερεν ἐπ’ αὐτὸ τὸ πέρας φθάνων <lb n="20"/>
τῆς ἀνθρωπίνης εὐδαιμονίας.</p></div></div></body></text></TEI>