Τοῦ μὲν οὖν πρώτου φύντος ἀνθρώπου τὸ καθ’ ἑκάτερον ψυχήν τε καὶ σῶμα κάλλος, εἰ καὶ πολλῷ τῆς ἀληθείας ἔλαττον, ἀλλ’ οὖν κατὰ τὴν ἡμετέραν δύναμιν ὡς οἷόν τε ἦν εἴρηται. τοὺς δ’ ἀπογόνους τῆς ἐκείνου μετέχοντας ἰδέας ἀναγκαῖον εἰ καὶ ἀμυδροὺς ἀλλ’ οὖν ἔτι σῴζειν τοὺς τύπους τῆς πρὸς τὸν προπάτορα συγγενείας. ἡ δὲ συγγένεια τίς; πᾶς ἄνθρωπος κατὰ μὲν τὴν διάνοιαν ᾠκείωται λόγῳ θείῳ, τῆς μακαρίας φύσεως ἐκμαγεῖον ἢ ἀπόσπασμα ἢ ἀπαύγασμα γεγονώς, κατὰ δὲ τὴν τοῦ σώματος κατασκευὴν ἅπαντι τῷ κόσμῳ· συγκέκραται γὰρ ἐκ τῶν αὐτῶν, γῆς καὶ ὕδατος καὶ ἀέρος καὶ πυρός, ἑκάστου τῶν στοιχείων εἰσενεγκόντος τὸ ἐπιβάλλον μέρος πρὸς ἐκπλήρωσιν αὐταρκεστάτης ὕλης, ἣν ἔδει λαβεῖν τὸν δημιουργόν, ἵνα τεχνιτεύσῃ τὴν ὁρατὴν ταύτην εἰκόνα·