δὲ ταῖς ἐν εἰρήνῃ ἀπολέμῳ ζῶν ἀνεπιλήπτως. ἐπεὶ δὲ πᾶσα πόλις εὔνομος ἔχει πολιτείαν, ἀναγκαίως συνέβαινε τῷ κοσμοπολίτῃ χρῆσθαι πολιτείᾳ ᾗ καὶ σύμπας ὁ κόσμος· αὕτη δέ ἐστιν ὁ τῆς φύσεως ὀρθὸς λόγος, ὃς κυριωτέρᾳ κλήσει προσονομάζεται θεσμός, νόμος θεῖος ὤν, καθ’ ὃν τὰ προσήκοντα καὶ ἐπιβάλλοντα ἑκάστοις ἀπενεμήθη. ταύτης τῆς πόλεως καὶ πολιτείας ἔδει τινὰς εἶναι πρὸ ἀνθρώπου πολίτας, οἳ λέγοιντ’ ἂν ἐνδίκως μεγαλοπολῖται τὸν μέγιστον περίβολον οἰκεῖν λαχόντες καὶ τῷ μεγίστῳ καὶ τελειοτάτῳ πολιτεύματι ἐγγραφέντες. οὗτοι δὲ τίνες ἂν εἶεν ὅτι μὴ λογικαὶ καὶ θεῖαι φύσεις, αἱ μὲν ἀσώματοι καὶ νοηταί, αἱ δὲ οὐκ ἄνευ σωμάτων, ὁποίους συμβέβηκεν εἶναι τοὺς ἀστέρας; οἷς προσομιλῶν καὶ συνδιαιτώμενος εἰκότως ἐν ἀκράτῳ διέτριβεν εὐδαιμονίᾳ· συγγενής τε καὶ ἀγχίσπορος ὢν τοῦ ἡγεμόνος, ἅτε δὴ πολλοῦ ῥυέντος εἰς αὐτὸν τοῦ θείου πνεύματος, πάντα καὶ λέγειν καὶ πράττειν ἐσπούδαζεν εἰς ἀρέσκειαν τοῦ πατρὸς καὶ βασιλέως, ἑπόμενος κατ’ ἴχνος αὐτῷ ταῖς ὁδοῖς, ἃς λεωφόρους ἀνατέμνουσιν ἀρεταί, διότι μόναις ψυχαῖς θέμις προσέρχεσθαι τέλος ἡγουμέναις τὴν πρὸς τὸν γεννήσαντα θεὸν ἐξομοίωσιν. 2 δὲ FG 4 ὁ οἶκος G οἶκος αὐτῶ καὶ πόλις ὁ κόσμος M: οἶκος ὁ κόσμος αὐτῶ καὶ πόλις ceteri 5 καὶ] ἢ M 6 τῶν οm. ΑBP1 8 ἀκούειν ὡς δεσπότη M, ὡς δεσπότη ὑπακούειν ceteri δεδϊγμένων AP1, δεδειγμένων Β εὐσταθείαις Β 9 δὲ om. M ἀπολέμῳ MFG: ἀπολέμως ceteri ἀνεπιλήπτως M: ἀνεπίληπτος ceteri 10 εὐνόμως F1G1H, ἔννομος Mang. ἀναγκαῖον MF ξυνέβαινε L 11 πολιτείαν M ᾖ om. M δ’ M 12 ὃς] ὡς M προσονομάζεσθαι M 12. 13 θεῖος νόμος G 13 καὶ om. M 14 ταύτης] τῆς δὲ (sic) Mang. πολιτείας] πολίτας MABP 15 λέγοιτ᾿ Μ ἐνδίκως] εἰκότως ABP post μεγαλοπολῖται add. οἱ Β 16 γραφέντες ABP 17 καὶ θεῖαι M: καὶ οm. ceteri 18 δ’ M εἶναι συμβέβηκεν G 19 συνομιλῶν F1 ἀκράτῳ] ἀκροτάτῳ ABP 20 δὴ] δὲ FGH 21 τοῦ om. ABP 22 πατρὸς] πνς M post βασιλέως add. μετιὼν M 23 κατ’ ἴχνος αὐτῶ M: αὐτῶ κατ’ ἴχνος ceteri ἅς ὡς λεωφόρους Christophorson (Mang.) διότι M: δι’ ὦν ceteri 24 μόνον ἡ ψυχὴ θέμις προσέρχεσθαι τέλος ἡγουμένη M θέμις ψυχαῖς ABP