ὅπερ ἐπί τε πλαστικῆς καὶ ζῳγραφίας γινόμενον εἶδον· ἀποδεῖ γὰρ τὰ μιμήματα τῶν ἀρχετύπων, τὰ δ’ ἀπὸ τῶν μιμημάτων γραφόμενα καὶ πλαττόμενα πολὺ μᾶλλον, ἅτε μακρὰν ἀφεστῶτα τῆς ἀρχῆς· παραπλήσιον δὲ πάθος καὶ ἡ μαγνῆτις λίθος ἐπιδείκνυται· τῶν γὰρ σιδηρῶν δακτυλίων ὁ μὲν αὐτῆς ψαύσας βιαιότατα κρατεῖται, ὁ δὲ τοῦ ψαύσαντος ἧττον, ἐκκρέμαται δὲ καὶ τρίτος δευτέρου καὶ τέταρτος τρίτου καὶ πέμπτος τετάρτου καὶ ἑτέρων ἕτεροι κατὰ μακρὸν στοῖχον ὑπὸ μιᾶς ὁλκοῦ δυνάμεως συνεχόμενοι, πλὴν οὐ τὸν αὐτὸν τρόπον· ἀεὶ γὰρ οἱ πόρρω τῆς ἀρχῆς ἀπηρτημένοι χαλῶνται διὰ τὸ τὴν ὁλκὴν ἀνίεσθαι μηκέθ’ ὁμοίως σφίγγειν δυναμένην. ὅμοιον δή τι πεπονθέναι καὶ τὸ γένος τῶν ἀνθρώπων φαίνεται καθ’ ἑκάστην γενεὰν 1 τὸ μίμημα MD: τὸ om. ceteri 2 φύσει αἰσθητῷ Mang. 3 κάλλει αἰσθητῷ Christophorson αὐτός M: αὐτὸς ὤν ceteri ἐκπρεπέστατος FGH 5 μὲν οὖν Mang. (Christophorson) 6 γενέσθαι M 7 γέννησις Η 8 κρεῖττον M ὂν τοσοῦτο Η, τοσούτω G 9 γινόμενον M: γενόμενον ceteri γὰρ] γε GH, τὲ F αἰεὶ M: ἀεὶ ceteri 10 εἴτ’ ἄλλο] εἴτε τῶν ἄλλων M 11 τυγχάνει BG μὲν om. ABP 13 ἐπακμάζοντες M τῶν—λαμβανόντων (14) secl. 14 λαβόντων ABP πλαστικῆς M: τῆς πλαστικῆς ceteri 14. 15 γενόμενον ABP 15 εἶδος ἐστίν M, ἰδεῖν ἔστιν coni. Mang. ἀποδέει M μιμητὰ FGH δ’ om. M 17. 18 ἐπιδείκνυσι M ἐπιδείκνυται λίθος (sic) H 18 βεβαιότατα ΑΒ, βεβαιώτατα P 19 δὲ alterum om. M 21 μακρὸν α ι στοῖχον FGH: μικρὸν στοῖχον Β, μικρὸν στοῖχον (οι ex ϊ corr.) P, μικρὸν στοῖχον μικρὸν στίχον M πλὴν δὲ οὐ ABP 22 ἐπηρτημένοι Η τὸ om. M 23 ἀνίεσθαι M: ἀνεῖσθαι ceteri δή] δέ M Philonis opera νοl. I 4 ἀμυδροτέρας λαμβανόντων τάς τε τοῦ σώματος καὶ τὰς τῆς ψυχῆς δυνάμεις καὶ ποιότητας. τὸν δ’ ἀρχηγέτην ἐκεῖνον οὐ μόνον πρῶτον ἄνθρωπον ἀλλὰ καὶ μόνον κοσμοπολίτην λέγοντες ἀψευδέστατα ἐροῦμεν· ἦν γὰρ οἶκος αὐτῷ καὶ πόλις ὁ κόσμος, μηδεμιᾶς χειροποιήτου κατασκευῆς δεδημιουργημένης ἐκ λίθων καὶ ξύλων ὕλης, ᾧ καθάπερ ἐν πατρίδι μετὰ πάσης ἀσφαλείας ἐνδιῃτᾶτο φόβου μὲν ἐκτὸς ὤν, ἅτε τῆς τῶν περιγείων ἡγεμονίας ἀξιωθεὶς καὶ πάντων ὅσα θνητὰ κατεπτηχότων καὶ ὑπακούειν ὡς δεσπότῃ δεδιδαγμένων ἢ βιασθέντων, ἐν εὐπαθείαις