<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="136"><p><milestone unit="altref" n="47"/> ἐκεῖνος δ’ ὁ πρῶτος ἄνθρωπος ὁ γηγενής, ὁ παντὸς τοῦ γένους ἡμῶν ἀρχηγέτης, ἑκάτερον ἄριστος ψυχήν τε καὶ
σῶμα γεγενῆσθαί μοι δοκεῖ καὶ μακρῷ τινι τοὺς ἔπειτα διενεγκεῖν κατὰ
τὰς ἐν ἀμφοτέροις ὑπερβολάς· ὁ γὰρ ἀληθείᾳ καλὸς καὶ ἀγαθὸς οὗτος
<lb n="15"/> ὄντως ἦν. τεκμηριώσαιτο δ’ ἄν τις τὴν μὲν τοῦ σώματος εὐμορφίαν
ἐκ τριῶν, ὧν ἐστι πρῶτον τόδε· ἄρτι τῆς γῆς νεοκτίστου φανείσης
 κατὰ τὴν τοῦ πολλοῦ  <milestone unit="altpage2" n="p. 33 M."/> ὕδατος διάκρισιν, ὃ προσερρήθη θάλαττα, τὴν
ὕλην συνέβαινε τῶν γινομένων ἀμιγῆ καὶ ἄδολον καὶ καθαρὰν ἔτι δ’
ὁλκὸν καὶ εὐεργὸν εἶναι, ἐξ ἧς τὰ ἀποτελούμενα εἰκότως ἦν ἀνυπαίτια.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="137"><p><lb n="20"/> δεύτερον δέ, οὐκ ἐκ τοῦ τυχόντος μέρους τῆς γῆς ἔοικεν ὁ θεὸς χοῦν
<note xml:lang="mul" type="footnote"><lb/>1 γεγεννῆσθαι Β
<lb/>2 ἀνθρωπίνην om. DM διαπλασθέντος F
<lb/>3 δὲ om. D ὑπ’ οὐδενὸς εἴληφε γεννητοῦ D γεννητοῦ ABPG πατρὸς] πνεύματος AP1, πνς BDM
<lb/>4 πάντων MDM; ἁπάντων ceteri ὃ scripsi: τὸ codd. ἣν om. DM
<lb/>5 φύσεως ἐκείνης MD: ἐκείνης φύσεως ceteri μετοικίαν M 
<lb/>6 ἶν’ om. M θνητόν] θνητὸς ὁ ἄνθρωπος Mang. (Christophorson)
<lb/>7 ἀθανατίζεται MF
<lb/>8 εἴπη FH, εἴποι L
<lb/>10 μὲν om. M τὸ om. M
<lb/>11 διάνοιαν] ψυχὴν M
<lb/>12 ἑκάτερον scripsi: ἑκατέρων M, ἑκάτερα ceteri ψυχῆς τε καὶ σώματος M
<lb/>13 μοι γεγενῆσθαι δοκεῖ ABP
<lb/>14 ὑπερβολάς M: μεταβολάς FG marg. H, ὑπερβάσεις ceteri ἐν ἀληθεία ΗP2 καὶ καλὸς ABP 14.
<lb/>15 οὗτος ὄντως M: ὄντως οὗτος ceteri 1.5 μὲν om. M
<lb/>16 ὧν ἐστι πρῶτον om. M τόδε· ἄρτι] τό, τε ἄρτι M νεοτίκτου M
<lb/>17 κατὰ] μετὰ Markland, διὰ Christophorson τοῦ om. ABP τῶν πολλῶν ὑδάτων Jessen προσερήθη Β θάλαττα M: θάλασσα ceteri
<lb/>18 γιγνομένων FGH καὶ καθαρὰν] καθόλου ABP 18.
<lb/>19 ἔτι δ’ ὁλκὸν καὶ εὐεργὸν praebet M solus: om. ceteri
<lb/>19 ἑξῆς F ἀποτελούμενα Μ: ἐπιτελούμενα ceteri
<lb/>20 οὐκ codd.: οὐδὲ v</note> <note xml:lang="mul" type="footnote">2—6 DP fol. 375v DM fol. 282r DR fol. 279v Φίλωνος ἐκ τῆς κατὰ τοῦ τεχνίτου χοῦν λαβόντος—τοῦ γένους ἡμῶν.</note>  

<pb n="v.1.p.48"/>
λαβὼν τὸν ἀνθρωποειδῆ τοῦτον ἀνδριάντα πλάττειν ἐθελῆσαι μετὰ τῆς
ἀνωτάτω σπουδῆς, ἀλλὰ διακρίνας ἐξ ἁπάσης τὸ βέλτιστον, ἐκ καθαρᾶς
ὕλης τὸ καθαρώτατον καὶ διηθημένον ἄκρως, ὃ πρὸς τὴν κατασκευὴν
μάλιστα ἥρμοζεν· οἶκος γάρ τις ἢ νεὼς ἱερὸς ἐτεκταίνετο ψυχῆς λογικῆς,
ἣν ἔμελλεν ἀγαλματοφορήσειν ἀγαλμάτων τὸ θεοειδέστατον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="138"><p>τρίτον <lb n="5"/>
δέ, ὃ μηδὲ σύγκρισιν ἔχει πρὸς τὰ λεχθέντα, ὁ δημιουργὸς ἀγαθὸς ἦν
τά τε ἄλλα καὶ τὴν ἐπιστήμην, ὡς ἕκαστον τῶν τοῦ σώματος μερῶν
καὶ ἰδίᾳ καθ’ αὑτὸ τοὺς ἐπιβάλλοντας ἔχειν ἀριθμοὺς καὶ πρὸς τὴν τοῦ
ὅλου κοινωνίαν εὐαρμόστως ἀπηκριβῶσθαι· μετὰ δὲ τῆς συμμετρίας καὶ
εὐσαρκίαν προσανέπλαττε καὶ εὔχροιαν ἠνθογράφει βουλόμενος, ὡς ἔνι <lb n="10"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="139"><p> μάλιστα, κάλλιστον ὀφθῆναι τὸν πρῶτον ἄνθρωπον. <milestone unit="altref" n="48"/> ὅτι δὲ καὶ
τὴν ψυχὴν ἄριστος ἦν, φανερόν· οὐδενὶ γὰρ ἑτέρῳ παραδείγματι τῶν ἐν
γενέσει πρὸς τὴν κατασκευὴν αὐτῆς ἔοικε χρήσασθαι, μόνῳ δ’ ὡς εἶπον
τῷ ἑαυτοῦ λόγῳ. διό φησιν ἀπεικόνισμα καὶ μίμημα γεγενῆσθαι τούτου
τὸν ἄνθρωπον ἐμπνευσθέντα εἰς τὸ πρόσωπον, ἔνθα τῶν αἰσθήσεων ὁ <lb n="15"/>
τόπος, αἷς τὸ μὲν σῶμα ἐψύχωσεν ὁ δημιουργός, τὸν δὲ βασιλέα λογισμὸν
ἐνιδρυσάμενος τῷ ἡγεμονικῷ παρέδωκε δορυφορεῖσθαι πρὸς τὰς χρωμάτων
καὶ φωνῶν χυλῶν τε αὖ καὶ ἀτμῶν καὶ τῶν παραπλησίων ἀντιλήψεις,
ἃς ἄνευ αἰσθήσεως δι’ αὑτοῦ μόνου καταλαβεῖν οὐχ οἷός τε ἦν. ἀνάγκη
<note xml:lang="mul" type="footnote"><lb/>1 τὸν μὲν ἀνθρωποειδῆ Μang. τουτονὶ M
<lb/>3 διϊθημένον M (in marg.: εἶχε διηθημένον παλαιὸν διηνθημένον), διηθημένον corr. ex διηθισμένον F, διηνθισμένον H
<lb/>4 ἢ νεὼς] ἣν ὡς M ἱερῶ ABP ἐτεκταίνετο om. M
<lb/>5 ἣν—θεοειδέστατον om. F ἀγαλματοφορεῖν M G δὲ om. FGH
<lb/>7 τ’ ἄλλα ABP
<lb/>8 καθ’ αὐτὸ] ν κατὰ Μ
<lb/>10 εὐσαρκίας Η προσανέπλαττε FGH: προσαναπλάττει M, προσέπλαττε ABP
<lb/>12 περὶ τὴν ψυχὴν D οὐδενὶ] οὐδὲ F οὐδενὶ γὰρ] ὅθεν οὐχ DM ἑτέρων παραδειγμάτων M, ἑτέρω πράγματι D οὐδενὶ τῶν F τῶν om. M ου 
<lb/>13 αὐτῆς] αὐτοῦ MF, αὐτῆς G δὲ D ὥσπερ DR Μang.)
<lb/>14 τούτου D (coni. Markland): τοῦτον codd.
<lb/>16 ἐν αἷς M μὲν om. ABP τὸν δὲ βασιλέα M: τὸν βασιλέα δὲ ceteri
<lb/>17 ἱδρυσάμενος M παρέδωκε τὸ ἡγεμονικὸν M ante πρὸς add. καὶ M 17.
<lb/>18 τὰς τῶν χρωμάτων ABP αὖ 
<lb/>18 χιλῶν BF, χυμῶν M τε om. M ἄν G παραπλησίον F
<lb/>19 ἅς] ὡς M αὑτοῦ Η: αὐτοῦ ceteri τ’ ABP 6—7 DP fol. 376r DM fol. 282r (τοῦ αὑτοῦ ἐκ τῆς αὐτῆς) DR fol. 279v (τοῦ αὐτοῦ): ὁ δημιουργὸς—ἐπιστήμην. 11—16 ibid. ὅτι δὲ—τόπος. 19491 ἀνάγκη—τὸ μίμημα.</note>  

<pb n="v.1.p.49"/>
δὲ παγκάλου παραδείγματος πάγκαλον εἶναι τὸ μίμημα. θεοῦ δὲ λόγος
καὶ αὐτοῦ κάλλους, ὅπερ ἐστὶν ἐν τῇ φύσει κάλλος, ἀμείνων, οὐ κοσμούμενος
κάλλει, κόσμος δ’ αὐτός, εἰ δεῖ τἀληθὲς εἰπεῖν, εὐπρεπέστατος
ἐκείνου.</p><lb n="5"/></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="140"><p><milestone unit="altref" n="49"/> Τοιοῦτος μὲν ὁ πρῶτος ἄνθρωπος κατά τε σῶμα καὶ ψυχὴν γεγενῆσθαί μοι δοκεῖ, τούς τε νῦν ὄντας καὶ τοὺς πρὸ ἡμῶν
διενεγκὼν ἅπαντας· ἡ μὲν γὰρ ἡμετέρα γένεσις ἐξ ἀνθρώπων, τὸν δὲ
θεὸς ἐδημιούργησεν· ἐφ’ ὅσον δὲ κρείττων ὁ ποιῶν, ἐπὶ τοσοῦτον καὶ
τὸ γινόμενον ἄμεινον· ὥσπερ γὰρ τὸ ἀκμάζον αἰεὶ τοῦ παρηβηκότος
<lb n="10"/> βέλτιόν ἐστιν, εἴτε ζῷον εἴτε φυτὸν εἴτε καρπὸς εἴτ’ ἄλλο τι τῶν ἐν
τῇ φύσει τυγχάνοι, οὕτως ἔοικεν ὁ μὲν πρῶτος διαπλασθεὶς ἄνθρωπος
ἀκμὴ τοῦ ἡμετέρου παντὸς ὑπάρξαι γένους, οἱ δ’ ἔπειτα μηκέθ’ ὁμοίως
ἐπακμάσαι, τῶν κατὰ γενεὰν ἀμαυροτέρας ἀεὶ τάς τε μορφὰς καὶ τὰς
 δυνάμεις  <milestone unit="altpage2" n="p. 34 M."/> λαμβανόντων·</p></div></div></body></text></TEI>