<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="126"><p><milestone unit="altref" n="42"/> ἡ δὲ δύναμις αὐτῆς οὐ μόνον τοῖς εἰρημένοις, ἀλλὰ καὶ ταῖς ἀρίσταις τῶν ἐπιστημῶν ἐπιπεφοίτηκε, γραμματικῇ τε
καὶ μουσικῇ. λύρα μὲν γὰρ ἡ ἑπτάχορδος ἀναλογοῦσα τῇ τῶν πλανήτων
<lb n="10"/> χορείᾳ τὰς ἐλλογίμους ἁρμονίας ἀποτελεῖ, σχεδόν τι τῆς κατὰ μουσικὴν
 ὀργανοποιίας ἁπάσης  <milestone unit="altpage2" n="p. 30 M."/> ἡγεμονὶς οὖσα. στοιχείων τε τῶν ἐν γραμματικῇ
τὰ λεγόμενα φωνήεντα ἐτύμως ἑπτά ἐστιν, ἐπειδὴ καὶ ἐξ
ἑαυτῶν ἔοικε φωνεῖσθαι καὶ τοῖς ἄλλοις συνταττόμενα φωνὰς ἐνάρθρους
ἀποτελεῖν· τῶν μὲν γὰρ ἡμιφώνων ἀναπληροῖ τὸ ἐνδέον ὁλοκλήρους
<lb n="15"/> κατασκευάζοντα τοὺς φθόγγους, τῶν δ’ ἀφώνων τρέπει καὶ μεταβάλλει
τὰς φύσεις ἐμπνέοντα τῆς ἰδίας δυνάμεως, ἵνα γένηται τὰ ἄρρητα ῥητά.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="127"><p>διό μοι δοκοῦσιν οἱ τὰ ὀνόματα τοῖς πράγμασιν ἐξ ἀρχῆς ἐπιφημίσαντες ἅτε σοφοὶ καλέσαι τὸν ἀριθμὸν ἑπτὰ ἀπὸ τοῦ περὶ αὐτὸν σεβασμοῦ καὶ
τῆς προσούσης σεμνότητος· Ῥωμαῖοι δὲ καὶ προστιθέντες τὸ ἐλλειφθὲν ὑφ’
<lb n="20"/> Ἑλλήνων στοιχεῖον τὸ Σ τρανοῦσιν ἔτι μᾶλλον τὴν ἔμφασιν, ἐτυμώτερον
σέπτεμ προσαγορεύοντες ἀπὸ τοῦ σεμνοῦ, καθάπερ ἐλέχθη, καὶ σεβασμοῦ.</p><note xml:lang="mul" type="footnote"><lb/>1 κατὰ om. M τελειογονεῖσθαι M (Lydus): ζωογονεῖσθαι ceteri
<lb/>2 ἑπταμηνιαῖα ΜDM 2.
<lb/>3 ὀκτωμηναίων G, ὀκτωμήνων D
<lb/>5 κατασκήψουσιν M διακρίνεται Β
<lb/>7 post θάνατον add. ἀεί M αὐτοῖς F2
<lb/>8 πεφοίτηκε M 8.
<lb/>9 τε καὶ M: τε om. ceteri
<lb/>9 μὲν γὰρ] τὲ M ἡ om. ABP1 9.
<lb/>10 τῶν ἑπτὰ πλανήτων HP2
<lb/>10 τι] τῆ M
<lb/>11 ἡγεμονεῖς οὔσας M
<lb/>13 ἑαυτῶν H (Lydus): αὐτῶν APG, αὐτῶν MBF
<lb/>14 ἀποτελεῖ ABPFG
<lb/>16 τὰς φύσεις] τὰ (om. φύσεις) M ἰδίας] ἀιδίου M
<lb/>17 πράγμασιν M Mϋller): γράμμασιν 
<lb/>18 ἅτε σοφοὶ om. M αὐτοῦ Β
<lb/>19 προστιθέντες] ἀγνοοῦντες προστίθενται M 
<lb/>20 καὶ τρανοῦσιν M ἐτυμώτερον M: ἑτυμοτέραν Η, ἑτοιμοτέραν ABPFG 
<lb/>21 σέπτεμ] σεπτὲ M, σεπτὲ ceteri προσονομάζοντες M σεβασμίου M</note><note xml:lang="mul" type="footnote">1—3 DP fol. 106v et DM fol. 106v Φίλωνος (Φίλωνος ἐκ τοῦ κατὰ Μωυσέα), DR p. 407 (Φίλωνος): τὰ κατὰ—δυναμένων.
<lb/>1 loann. Lyd. de mens. II c.
<lb/>11 . . . ἔνθεν καὶ τὰ ἑπτάμηνα βρέφη τελειογονεῖσθαι πέφυκεν, ὡς Ἱπποκράτης λέγει· ἡ γὰρ τοῦ ἀριθμοῦ ψυχογονικὴ δύναμις τὰ ἑπτάμηνα τέλεια ἀποφαίνει. 11—16 loann. Lyd. l. l. . . στοιχείων δὲ τὰ φωνήεντα ἑπτά, ἐπειδὴ καὶ ἐξ ἑαυτῶν ἔοικε φωνεῖσθαι καὶ τοῖς ἄλλοις συνταττόμενα φωνὰς ἐνάρθρους ἀποτελεῖν· τῶν γὰρ ἡμιφώνων ἀναπληροῖ τὸ ἐνδέον, ὁλοκλήρους δὲ κατασκευάζει τοὺς φθόγγους, τῶν δὲ ἀφώνων τρέπει τε καὶ μεταβάλλει τὰς φύσεις, ἵνα γένηται τὰ ἄρρητα ῥητά.</note><pb n="v.1.p.44"/></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="128"><p><milestone unit="altref" n="43"/> Ταῦτα καὶ ἔτι πλείω λέγεται καὶ φιλοσοφεῖται περὶ ἑβδομάδος,
ὧν ἕνεκα τιμὰς μὲν ἔλαχεν ἐν τῇ φύσει τὰς ἀνωτάτω, τιμᾶται
δὲ καὶ παρὰ τοῖς δοκιμωτάτοις τῶν Ἑλλήνων καὶ βαρβάρων, οἳ τὴν
μαθηματικὴν ἐπιστήμην διαπονοῦσιν, ἐκτετίμηται δ’ ὑπὸ τοῦ φιλαρέτου
Μωυσέως, ὃς τὸ κάλλος αὐτῆς ἀνέγραψεν ἐν ταῖς ἱερωτάταις τοῦ νόμου <lb n="5"/>
στήλαις, ταῖς δὲ διανοίαις τῶν ὑφ’ αὑτὸν ἁπάντων ἐνεχάραξε, δι’ ἓξ
ἡμερῶν κελεύσας ἄγειν ἱερὰν ἑβδόμην ἀπὸ τῶν ἄλλων ἀνέχοντας ἔργων
ὅσα κατὰ ζήτησιν βίου καὶ πορισμόν, ἑνὶ μόνῳ σχολάζοντας τῷ φιλοσοφεῖν
εἰς βελτίωσιν ἠθῶν καὶ τὸν τοῦ συνειδότος ἔλεγχον, ὃς ἐνιδρυμένος
τῇ ψυχῇ καθάπερ δικαστὴς ἐπιπλήττων οὐ δυσωπεῖται, τὰ μὲν <lb n="10"/>
σφοδροτέραις ἀπειλαῖς τὰ δὲ καὶ μετριωτέραις νουθεσίαις χρώμενος,
περὶ μὲν ὧν ἔδοξεν ἐκ προνοίας ἀδικεῖν ἀπειλαῖς, περὶ δ’ ὧν ἀκούσια
διὰ τὸ ἀπροοράτως ἔχειν νουθεσίαις ὑπὲρ τοῦ μηκέθ’ ὁμοίως ὀλισθεῖν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="129"><p><milestone unit="altref" n="44"/> Ἐπιλογιζόμενος δὲ τὴν κοσμοποιίαν κεφαλαιώδει τύπῳ <lb n="15"/>
φησίν· „Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς ὅτε ἐγένετο, ᾗ ἡμέρᾳ
ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ πᾶν χλωρὸν ἀγροῦ πρὸ
τοῦ γενέσθαι ἐπὶ τῆς γῆς καὶ πάντα χόρτον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι“
(Gen. 2, 4. 5). ἆρ’ οὐκ ἐμφανῶς τὰς ἀσωμάτους καὶ νοητὰς ἰδέας
παρίστησιν, ἃς τῶν αἰσθητῶν ἀποτελεσμάτων σφραγῖδας εἶναι συμβέβηκε; <lb n="20"/>
πρὶν γὰρ χλοῆσαι τὴν γῆν, αὐτὸ τοῦτο ἐν τῇ φύσει τῶν πραγμάτων
χλόη, φησίν, ἦν, καὶ πρὶν ἀνατεῖλαι χόρτον ἐν ἀγρῷ, χόρτος ἦν οὐχ
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="130"><p>ὁρατός. ὑπονοητέον δ’ ὅτι καὶ ἑκάστου τῶν ἄλλων ἃ δικάζουσιν αἰσθήσεις
τὰ πρεσβύτερα <milestone unit="altpage1" n="p. 31 M."/>  εἴδη καὶ μέτρα, οἷς εἰδοποιεῖται καὶ μετρεῖται τὰ
γινόμενα, προϋπῆρχε· καὶ γὰρ εἰ μὴ κατὰ μέρος <add>ἀλλ’</add> ἀθρόα πάντα <lb n="25"/>
διεξελήλυθε φροντίζων εἰ καί τις ἄλλος βραχυλογίας, οὐδὲν ἧττον τὰ
ῥηθέντα ὀλίγα δείγματα τῆς τῶν συμπάντων ἐστὶ φύσεως, ἥτις ἄνευ
ἀσωμάτου παραδείγματος οὐδὲν τελεσιουργεῖ τῶν ἐν αἰσθήσει.
<note xml:lang="mul" type="footnote"><lb/>1 ἔτι πλείω M: ἔτι om. ceteri
<lb/>2 τιμὰς M: τιμῆς ceteri τὰς M: τῆς ABPF2G, τῆ (corr. ex τῆς) Η, τῆ F1L
<lb/>3 καὶ ante παρὰ om. M τῶν om. FGH
<lb/>5 Μώσεως cocld.
<lb/>6 ὑπ’ αὐτὸν M ἐνεχάραξε M: ἐχάραξε ceteri διὰ P
<lb/>7 ἱερὰν] ἱμέραν G1
<lb/>8 ante ἑνὶ add. ὡς M
<lb/>11 καὶ om. ABP1 
<lb/>12 ἔδειξεν ABP ἐκ προνοίας ἀδικεῖν M, ἀδικεῖν ἐκ προνοίας FG: ἀπειλεῖν ἀπειλὴν Β) ἐκ προνοίας ABP, ἀπειθεῖν ἐκ προνοίας H ἀκούσια] ἀκουστὰ M
<lb/>16 ἡ om. G ἐγένετο ᾖ ἡμέρᾳ om. M
<lb/>20 παρίστησιν om. Β
<lb/>21 χλοΐσαι M 
<lb/>23 ἑκάστω M
<lb/>24 μέτρα καὶ εἴδη Β
<lb/>25 εἰ μὴ] εἰ μὴ τὰ FGP2, εἰ μὴ τὰ (sed μὴ eras.) H, εἰ τὰ L μέρος] γένος M ἀλλ’ addidi
<lb/>26 διεξεληλύθει M 
<lb/>27 πάντων ABP</note>  

<pb n="v.1.p.45"/>
</p></div></div></body></text></TEI>