<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="111"><p><milestone unit="altref" n="38"/> Ταῦτα μὲν ἀναγκαίως περὶ σεμνότητος, ἣν ἔχει τὸ διάγραμμα ἢ πλινθίον ἢ ὅ τι χρὴ καλεῖν, προειρήσθω· τοσαύτας ἰδέας καὶ
ἔτι πλείους ἑβδομὰς ἐν ἀσωμάτοις καὶ νοητοῖς ἐπιδείκνυται. διατείνει
<lb n="15"/> δ’ αὐτῆς ἡ φύσις καὶ ἐπὶ τὴν ὁρατὴν ἅπασαν οὐσίαν, οὐρανὸν καὶ γῆν,
τὰ πέρατα τοῦ παντός, φθάσασα. τί γὰρ οὐ φιλέβδομον τῶν ἐν τῷ
κόσμῳ μέρος, ἔρωτι καὶ πόθῳ δαμασθὲν ἑβδομάδος;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="112"><p>αὐτίκα τὸν οὐρανόν φασιν ἑπτὰ διεζῶσθαι κύκλοις, ὧν ὀνόματα εἶναι τάδε· ἀρκτικόν, ἀνταρκτικόν,
θερινὸν τροπικόν, χειμερινὸν τροπικόν, ἰσημερινόν, ζῳδιακόν, καὶ
<lb n="20"/> προσέτι γαλαξίαν· ὁ γὰρ ὁρίζων πάθος ἐστὶν ἡμέτερον, ὡς ἂν ὀξυωπίας
ἔχῃ τις ἢ τοὐναντίον, ἀποτεμνομένης τῆς αἰσθήσεως τοτὲ μὲν ἐλάττω
τοτὲ δὲ μείζω περιγραφήν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="113"><p>οἵ γε μὴν πλάνητες, ἡ ἀντίρροπος στρατιὰ
<note xml:lang="mul" type="footnote"><lb/>1 ἡ prius F2H: ἣν MG2, ἢ ABPF1G1 ἧ alterum MG1: ἣν ceteri
<lb/>3 τοῦ ἓξ τοῦ ὀκτὼ τοῦ δώδεκα ABP
<lb/>4 διπλασίων G γὰρ om. FG
<lb/>5 τέσσαρσιν ABPF ὑπερέχει FG2: ὑπερέχεται ceteri
<lb/>6 τέτταρα AP τῶν δυοῖν ABP: τοῖν δυοῖν ceteri 
<lb/>7 <add>καὶ</add> add. Jessen ὑπερέχει P
<lb/>8 ὄγδοος] η΄ ABP μὲν om. G 9 τρίτα AP, τρία B
<lb/>11 τρίτον] τρίτα AP, γ΄ Β
<lb/>12 ἀναγκαῖον F 
<lb/>13 προειρήσθω M: προσειρήσθω ceteri
<lb/>14 ἑβδομὰς M: ἡ ἑβδομὰς ceteri ἐν ἀσωμάτοις προκαλεῖται καὶ νοητῶς ABP
<lb/>15 <add>ἐπ᾿</add> οὐρανὸν Wendl. 16 τὰ πέρατα M τῷ om. B
<lb/>19 τροπικὸν post χειμερινὸν om. ABP ἰσημερινοὺς M ζῳδιακὸν] δύο M 19.
<lb/>20 καὶ προσέτι om. ABP
<lb/>21 ἔχοι ABP τῆς ὁράσεως F, γρ. αἰσθήσεως in marg. F2 τοτὲ μὲν—τοτὲ δὲ (22)] τὸ μὲν—τὸ δὲ H
<lb/>22 ἡ ἀντίρροπος M: ἡ τ’ ἀντίρροπος ceteri στρατεία M</note> <note xml:lang="mul" type="footnote">14—20 Ioann. Lyd. de mens. II c.
<lb/>11 ... διατείνει δὲ αὐτῆς ἡ φύσις καὶ ἐπὶ ὁρατὴν ἁπάντων οὑσίαν, οὐρανὸν καὶ γῆν. αὐτίκα γοῦν οὐρανόν φασιν ἑπτὰ διεζῶσθαι κύκλοις, ὧν ὁνόματα τάδε· ἀρκτικός, ἀνταρκτικός, θερινός, χειμερινός, ἰσημερινός, ζῳδιακός, καὶ προσέτι γαλαξίας.</note>  

<pb n="v.1.p.40"/>
τῇ τῶν ἀπλανῶν, ἑπτὰ διακοσμοῦνται τάξεσι, πλείστην ἐπιδεικνύμενοι
συμπάθειαν πρὸς ἀέρα καὶ γῆν· τὸν μὲν γὰρ εἰς τὰς ἐτησίους ἐπικαλουμένας
ὥρας τρέπουσι καὶ μεταβάλλουσι καθ’ ἑκάστην μυρίας ὅσας ἐμποιοῦντες
μεταβολὰς νηνεμίαις, αἰθρίαις, νεφώσεσι, βίαις ἐξαισίοις πνευμάτων·
πάλιν τε ποταμοὺς πλημμυροῦσι καὶ μειοῦσι καὶ πεδία λιμνάζουσι καὶ <lb n="5"/>
τοὐναντίον ἀφαυαίνουσι· καὶ πελαγῶν ἐργάζονται τροπὰς ἐξαναχωρούντων
ἢ παλιρροίαις χρωμένων· εὐρεῖς γὰρ ἔστιν ὅτε κόλποι θαλάττης
ὑποσυρείσης ἀμπώτεσι βαθὺς ἐξαίφνης αἰγιαλός εἰσι καὶ μικρὸν ὕστερον
ἀναχυθείσης πελάγη βαθύτατα οὐ βραχείαις <milestone unit="altpage1" n="p. 28 Μ."/>  ὁλκάσιν ἀλλὰ μυριοφόροις
ναυσὶν ἐμπλεόμενα· καὶ μὲν δὴ τὰ ἐπίγεια πάντα, ζῷά τε αὖ καὶ φυτὰ <lb n="10"/>
καρποὺς γεννῶντα, αὔξουσι καὶ τελεσφοροῦσι τὴν ἐν ἑκάστοις φύσιν
δολιχεύειν παρασκευάζοντες, ὡς νέα παλαιοῖς ἐπανθεῖν καὶ ἐπακμάζειν
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="114"><p> πρὸς χορηγίας ἀφθόνους τῶν δεομένων. <milestone unit="altref" n="39"/> ἄρκτος γε μήν, ἥν
φασι πλωτήρων εἶναι προπομπόν, ἐξ ἑπτὰ ἀστέρων συνέστηκεν· εἰς ἣν
ἀφορῶντες κυβερνῆται τὰς ἐν θαλάττῃ μυρίας ὁδοὺς ἀνέτεμον ἀπίστῳ <lb n="15"/>
πράγματι καὶ μείζονι ἢ κατὰ φύσιν ἀνθρωπίνην ἐπιθέμενοι· στοχασμῷ
γὰρ τῶν εἰρημένων ἀστέρων τὰς πρὶν ἀδηλουμένας χώρας ἀνεῦρον,
νήσους μὲν οἱ τὴν ἤπειρον οἰκοῦντες, νησιῶται δὲ ἠπείρους· ἔδει γὰρ
ὑπὸ τοῦ καθαρωτάτου τῆς οὐσίας οὐρανοῦ ζῴῳ τῷ θεοφιλεστάτῳ γῆς
 ὁμοῦ καὶ θαλάττης ἀναδειχθῆναι τοὺς μυχοὺς ἀνθρώπων γένει.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.1st1K-grc1" subtype="section" n="115"><p>πρὸς <lb n="20"/>
δὲ τοῖς εἰρημένοις καὶ ὁ τῶν πλειάδων χορὸς ἀστέρων ἑβδομάδι συμπεπλήρωται,
ὧν αἱ ἐπιτολαὶ καὶ ἀποκρύψεις μεγάλων ἀγαθῶν αἴτιαι
γίνονται πᾶσι· δυομένων μὲν γὰρ αὔλακες ἀνατέμνονται πρὸς σπόρον·
<note xml:lang="mul" type="footnote"><lb/>1 τῇ Wendl.: τῆς e ταῖς corr. M, τῆς ABPH, om. FG
<lb/>2 τὸ μὲν FG
<lb/>3 τρέπουσι καὶ μεταβάλλουσι M: καὶ μεταβάλλουσι om. ceteri καὶ μυρίας M 3.
<lb/>4 ἐμποιοῦνται M, ἐμποιοῦντα H
<lb/>4 ἐξαισίοις M: ἐξαισίαις ceteri
<lb/>5 τε] δὲ ABP ποταμοῖς ΜF1
<lb/>7 εὐρεῖς FG2: εὑρεῖν MG1H, εὐρείαις ABP ἐστιν ὅτε] εἰσὶν οἵ τε FG2 κόλπον ABP θαλάσσης ABPF
<lb/>8 ὑποσυράσαις ἀμπώτισι ABP βαθὺς APF1G1H: βαθεῖς F2G2, ἐκ βάθους M, εὐθὺς Β αἰγιαλοὶ M, αἰγιαλοὺς F2G2 εἰσι corr. Turn.: εἴσεισι ABP1, ἴησι FGH, εἴησι P2, om. M 
<lb/>9 ἀναχθείσης Η post βαθύτατα add. ὤφθησαν M
<lb/>11 γεννῶντες F1(?)H αὔξουσι—παρασκευάζοντες om. ABP1 (in marg. add. P2) ἐν ἑκάστοις] ἑκάστου M
<lb/>13 χωρηγίας Α γε M: τε ABPH, om. G, om. in ras. F ν ν μήν] μὲν FG
<lb/>14 προπομπὴν FG ἣν] οὓς F
<lb/>15 ἀνέτεμον Μ, ἀνατέμονται F2G2 15.
<lb/>16 ἀπίστῳ πράγματι M: πράγματι ἀπίστῳ ceteri
<lb/>16 μείζω M φύσιν] πίστιν Β, γνώμην Η ἐπιθέμενοι] ἑπόμενοι Β
<lb/>18 νησαίους M 
<lb/>19 ὑπὸ τῆς καθαρωτάτης οὐσίας M θεοφιλεστάτῳ MFG: θεοφιλεῖ ceteri
<lb/>21 καὶ om. G
<lb/>22 καὶ αἱ ἀποκρύψεις H αἰτίαι M
<lb/>23 γίνονται πᾶσι M: πᾶσι γίνονται ceteri μὲν om. M</note>  

<pb n="v.1.p.41"/>
ἡνίκα δ’ ἂν μέλλωσιν ἐπιτέλλειν, ἄμητον εὐαγγελίζονται, καὶ ἐπιτείλασαι
χαίροντας γεωπόνους πρὸς συγκομιδὴν τῶν ἀναγκαίων ἐγείρουσιν· οἱ δ’
ἄσμενοι τὰς τροφὰς ἀποτίθενται πρὸς τὴν καθ’ ἑκάστην ἡμέραν χρῆσιν.
</p></div></div></body></text></TEI>