πρὸς δὲ τὸ μὴ γεγονὸς οἰκείωσις οὐδεμία τῷ μὴ πεποιηκότι. ἀπεριμάχητον δὲ δόγμα καὶ ἀνωφελὲς ἀναρχίαν ὡς ἐν πόλει κατασκευάζον τῷδε τῷ κόσμῳ τὸν ἔφορον ἢ βραβευτὴν ἢ δικαστὴν οὐκ ἔχοντι, ὑφ’ οὗ πάντ’ οἰκονομεῖσθαι καὶ πρυτανεύεσθαι θέμις. ἀλλ’ ὅ γε μέγας Μωυσῆς ἀλλοτριώτατον τοῦ ὁρατοῦ νομίσας εἶναι τὸ ἀγένητον — πᾶν γὰρ τὸ αἰσθητὸν ἐν γενέσει καὶ μεταβολαῖς οὐδέποτε κατὰ ταὐτὰ ὄν — τῷ μὲν ἀοράτῳ καὶ νοητῷ προσένειμεν ὡς ἀδελφὸν καὶ συγγενὲς ἀιδιότητα, τῷ δ’ αἰσθητῷ γένεσιν οἰκεῖον ὄνομα ἐπεφήμισεν. ἐπεὶ οὖν ὁρατός τε καὶ αἰσθητὸς ὅδε ὁ κόσμος, ἀναγκαίως ἂν εἴη καὶ γενητός· ὅθεν οὐκ ἀπὸ σκοποῦ καὶ τὴν γένεσιν ἀνέγραψεν αὐτοῦ μάλα σεμνῶς θεολογήσας. 1 ἡ ἐπιστήμη VM καὶ κρεῖττον M, καὶ κρεῖττον ΑΒ αὑτὸ τὸ καλὸν καὶ αὐτὸ τὸ ἀγαθόν Β τἀγαθὸν Α 2 παθητικὸν V Eus κεινηθὲν V 3. 4 τόνδε τὸν κόσμον] τὸν δὲ κόσμον FGHR 4 ὃν οἱ φάσκοντες V Eus: ὃν om. ceteri ἀγέννητον (om. ὡς ἔστιν) R Eus 5 τῶν εἰς εὐσέβειαν ἡκόντων FGHR ἀποτεμνόμενοι R ἑ 6 ποιητὴν καὶ πατέρα R αἱρεῖ (sic) V, αἱρεῖ M, ἐρεῖ G, ἱστορεῖ Η, οἶδεν R γ ὁ λόγος R 7 ὁ γὰρ R ἐκγόνων M καὶ ὅ R 8 καὶ βλαβερὰ om. Eus 9 τὰ δ’ ὅσα MFGHR, τὰ δ’ ὅσ’ ABP, ὅσα δὲ Eus κατὰ π. τ. V: κατὰ om. ceteri 10 γεγονὼς F οἰκίωσις V, ὁμοίωσις M 10. 11 ἀπεριμάχητον FGH: περιμάχητον ceteri 11 κατασκευάζον (ον ex ων corr.) V: ἐστὶ MABP, κατασκευάζειν FGH Eus τῶνδε V, τῶ δὲ M 12 ὡς τὸν ἔφορον V, sed ὡς rursus deletum ἔφορον] φόβον Eus 13 πάντ’ V Eus: τὰ πάντ’ M, τὰ πάντα ceteri γε om. Eus Μωυσῆς VF: Μώσης ceteri 15 τὰ αὐτὰ codd. ὃν] ὄντα M 15. 16 κατὰ ταῦτα ὄντων μὲν ἀοράτων καὶ νοητῶν V 16 συγγενῆ Eus 17 γένεσιν om. Eus καὶ οἰκεῖον Η, τὸ οἰκεῖον V εἴτ’ ἐφήμισεν V ἀόρατός V 18 ἀναγκαῖος VR καὶ οὐ γενητὸς V 18. 19 οὐκ ἀπὸ σκοποῦ om. Eus. codd. plerique αὐτοῦ ἀνεγράψατο μάλα θεολογῶν Eus. codd. plerique 4—10 τὸν δὲ κόσμον—πεποιηκότι R fol. 89r 17—4,5 ἐπεὶ—ἕξ R ibid. 1* Ἓξ δὲ ἡμέραις δημιουργηθῆναί φησι τὸν κόσμον, οὐκ ἐπειδὴ προσεδεῖτο χρόνων μήκους ὁ ποιῶν — ἅμα γὰρ πάντα δρᾶν εἰκὸς θεόν, οὐ προστάττοντα μόνον ἀλλὰ καὶ διανοούμενον —, ἀλλ’ ἐπειδὴ τοῖς γινομένοις ἔδει τάξεως. τάξει δὲ ἀριθμὸς οἰκεῖον, ἀριθμῶν δὲ φύσεως νόμοις γεννητικώτατος ὁ ἕξ· τῶν τε γὰρ ἀπὸ μονάδος πρῶτος τέλειός ἐστιν ἰσούμενος τοῖς ἑαυτοῦ μέρεσι καὶ συμπληρούμενος ἐξ αὐτῶν, ἡμίσους μὲν τριάδος, τρίτου δὲ δυάδος, ἕκτου δὲ μονάδος, καὶ ὡς ἔπος εἰπεῖν ἄρρην τε καὶ θῆλυς εἶναι πέφυκε κἀκ τῆς ἑκατέρου δυνάμεως ἥρμοσται· ἄρρεν μὲν γὰρ ἐν τοῖς οὖσι τὸ περιττόν, τὸ δ’ ἄρτιον θῆλυ· περιττῶν μὲν οὖν ἀριθμῶν ἀρχὴ τριάς, δυὰς δ’ ἀρτίων, ἡ δ’ ἀμφοῖν δύναμις ἑξάς. ἔδει γὰρ τὸν κόσμον τελειότατον μὲν ὄντα τῶν γεγονότων κατ’ ἀριθμὸν τέλειον παγῆναι τὸν ἕξ, ἐν ἑαυτῷ δ’ ἔχειν μέλλοντα τὰς ἐκ συνδυασμοῦ γενέσεις πρὸς μικτὸν ἀριθμὸν τὸν πρῶτον ἀρτιοπέριττον τυπωθῆναι, περιέξοντα καὶ τὴν τοῦ σπείροντος ἄρρενος καὶ τὴν τοῦ ὑποδεχομένου τὰς γονὰς θήλεος ἰδέαν. ἑκάστῃ δὲ τῶν ἡμερῶν ἀπένειμεν ἔνια τῶν τοῦ παντὸς τμημάτων τὴν πρώτην ὑπεξελόμενος, ἣν αὐτὸς οὐδὲ πρώτην, ἵνα μὴ ταῖς ἄλλαις συγκαταριθμῆται, καλεῖ, μίαν δ’ ὀνομάσας ὀνόματι εὐθυβόλῳ προσαγορεύει, τὴν μονάδος φύσιν καὶ πρόσρησιν ἐνιδών τε καὶ ἐπιφημίσας αὐτῇ. λεκτέον δὲ ὅσα οἷόν τέ ἐστι τῶν ἐμπεριεχομένων, ἐπειδὴ πάντα ἀμήχανον· περιέχει γὰρ τὸν νοητὸν κόσμον ἐξαίρετον, ὡς ὁ περὶ αὐτῆς λόγος μηνύει.