I p. 1 M. Τῶν ἄλλων νομοθετῶν οἱ μὲν ἀκαλλώπιστα καὶ γυμνὰ τὰ νομισθέντα παρ’ αὐτοῖς εἶναι δίκαια διετάξαντο, οἱ δὲ πολὺν ὄγκον τοῖς νοήμασι προσπεριβαλόντες ἐξετύφωσαν τὰ πλήθη μυθικοῖς πλάσμασι τὴν ἀλήθειαν ἐπικρύψαντες. Μωυσῆς δ’ ἑκάτερον ὑπερβάς, τὸ μὲν ὡς ἄσκεπτον καὶ ἀταλαίπωρον καὶ ἀφιλόσοφον, τὸ δ’ ὡς κατεψευσμένον καὶ μεστὸν γοητείας, παγκάλην καὶ σεμνοτάτην ἀρχὴν ἐποιήσατο τῶν νόμων, μήτ’ εὐθὺς ἃ χρὴ πράττειν ἢ τοὐναντίον ὑπειπὼν μήτ’, ἐπειδὴ προτυπῶσαι τὰς διανοίας τῶν χρησομένων τοῖς νόμοις ἀναγκαῖον ἦν, μύθους πλασάμενος ἢ συναινέσας τοῖς ὑφ’ ἑτέρων συντεθεῖσιν. ἡ δ’ ἀρχή, καθάπερ ἔφην, ἐστὶ θαυμασιωτάτη κοσμοποιίαν περιέχουσα, ὡς καὶ τοῦ κόσμου τῷ νόμῳ καὶ τοῦ νόμου τῷ κόσμῳ συνᾴδοντος καὶ τοῦ νομίμου ἀνδρὸς εὐθὺς ὄντος κοσμοπολίτου πρὸς τὸ βούλημα τῆς φύσεως τὰς πράξεις ἀπευθύνοντος, καθ’ ἣν καὶ ὁ σύμπας κόσμος διοικεῖται. τὸ μὲν οὖν κάλλος τῶν νοημάτων τῆς κοσμοποιίας οὐδεὶς οὔτε ποιητὴς οὔτε (φίλωνος) περὶ τῆς κατά μωυσέα κοσμοποιίας V, φίλωνος περὶ κοσμοποιίας μώσεως Μ, τοῦ αὐτοῦ περὶ τῆς τοῦ μώσεως κοσμοποιίας F, φίλωνος περὶ τῆς τοῦ μώσεως κοσμοποιίας λόγος Δ΄ G, φίλωνος περὶ τῆς μωυσέος κοσμοποιίας Η, φίλωνος ἰουδαίου περὶ τῆς κοσμοποιίας AP, τοῦ αὐτοῦ φίλωνος ἰουδαίου περὶ τῆς μώσεως κοσμοποιίας Β 2 εἶναι παρ’ αὐτοῖς ABP 3 προσπεριβαλόντες MR: προσπεριλαβοντες VFGH, προσπαραλαβόντες ABP ἐξετύφλωσαν MABP τὰ om. VM πλήθει V, πλήθει καὶ M, μυθικοῖς πλάσμασι καὶ τῷ πλήθει R 4 ὑποκρύψαντες ABP Μώσης codd. δὲ R 5 δὲ R 6 τῶν νόμων ἐποιήσατο MABPR 7 μήτε εὐθὺς ABP μηδ’ ἐπειδὴ M 8 ταῖς διανοίαις V χρησαμένων V 10 post θαυμασιωτάτη add. MABP: καὶ χρησιμωτάτη τῷ βίῳ· τὴν κοσμογόνον καὶ ἐν ἱεραῖς βίβλοις καὶ κοσμοποιίαν Μ ἔχουσα V, περιέχουσαν M, παρέχουσα FG καὶ om. MABP 14 οὐδὲ ποιητὴς M 1—6 Τῶν—ἐποιήσατο R fol. 88v 9—11 ἡ δὲ—συνᾴδοντος ibid. 13216 μὲν—μετρίου ibid. Philonis opera vol. I 1 λογογράφος ἀξίως ἂν ὑμνῆσαι δύναιτο· καὶ γὰρ λόγον καὶ ἀκοὴν ὑπερβάλλει μείζω καὶ σεμνότερα ὄντα ἢ ὡς θνητοῦ τινος ὀργάνοις ἐναρμοσθῆναι. οὐ μὴν διὰ τοῦθ’ ἡσυχαστέον, ἀλλ’ ἕνεκα τοῦ θεοφιλοῦς καὶ ὑπὲρ δύναμιν ἐπιτολμητέον λέγειν, οἴκοθεν μὲν οὐδέν, ὀλίγα δ’ ἀντὶ πολλῶν, ἐφ’ ἃ τὴν ἀνθρωπίνην διάνοιαν φθάνειν εἰκὸς ἔρωτι καὶ πόθῳ σοφίας κατεσχημένην.