καὶ πρὸς ταῖς μαρτυρίαις, ὦ ἄνδρες δικασταί, πρῶτον μὲν ἡ τοῦ Εὐφιλήτου μήτηρ, ἣν οὗτοι ὁμολογοῦσιν ἀστὴν εἶναι, ὅρκον ὀμόσαι ἐπὶ τοῦ διαιτητοῦ ἐβούλετο ἐπὶ Δελφινίῳ ἦ μὴν τουτονὶ Εὐφίλητον εἶναι ἐξ αὑτῆς καὶ τοῦ ἡμετέρου πατρός. καίτοι τίνα προσῆκε μᾶλλον αὐτῆς ἐκείνης τοῦτο εἰδέναι; ἔπειτα, ὦ ἄνδρες δικασταί, ὁ πατὴρ ὁ ἡμέτερος, ὃν εἰκός ἐστι μετὰ τὴν τούτου μητέρα ἄριστα τὸν ἄριστα τὸν Reiske: ἄριστον F M. αὑτοῦ ὑὸν γιγνώσκειν, γιγνώσκειν Sylburg: ἐγίνωσκεν F M. οὗτος καὶ τότε καὶ νυνὶ βούλεται ὀμόσαι ἦ μὴν ἧ μὴν Sylburg: ἡμῖν F M. Εὐφίλητον τουτονὶ ὑὸν εἶναι αὑτοῦ ἐξ ἀστῆς καὶ γαμετῆς γυναικός.