<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg012.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg012.perseus-grc2" n="5"><p>οὐ μόνον τοίνυν ἡμᾶς, ὦ ἄνδρες δικασταί, εἰκός ἐστι τἀληθῆ μεμαρτυρηκέναι, ἀλλὰ καὶ τοὺς ἄλλους συγγενεῖς. ἐνθυμήθητε γὰρ πρῶτον μὲν ὅτι οἱ τὰς ἀδελφὰς ἡμῶν ἔχοντες οὐκ ἄν ποτε ἐμαρτύρουν περὶ τούτου τὰ ψευδῆ· μητρυιὰ γὰρ ἡ τούτου μήτηρ ἐγεγένητο ταῖς ἡμετέραις ἀδελφαῖς, εἰώθασι δέ πως ὡς ἐπὶ τὸ πολὺ διαφέρεσθαι ἀλλήλαις αἵ τε μητρυιαὶ καὶ αἱ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">αἱ</foreign>Reiske: <foreign xml:lang="grc">οἱ</foreign>F M.</note> πρόγονοι· ὥστε εἰ οὗτος ἐξ ἄλλου τινὸς ἀνδρὸς ἦν τῇ μητρυιᾷ καὶ οὐκ ἐκ τοῦ ἡμετέρου πατρός, οὐκ ἄν ποτε, ὦ ἄνδρες δικασταί, τοὺς ἑαυτῶν ἄνδρας αἱ ἀδελφαὶ μαρτυρεῖν [εἴασαν καὶ] ἐπέτρεψαν. </p></div></div></body></text></TEI>