ἀλλὰ μὴν οὐδʼ ἐμέ γε οὐδεὶς ἀνθρώπων οὕτω τελέως ἂν ἄφρονα ὑπολάβοι, ὥστε τούτῳ μαρτυρεῖν τὰ ψευδῆ, ὅπως τὰ πατρῷα διὰ πλειόνων διανείμωμαι. καὶ γὰρ οὐδʼ ἀμφισβητῆσαί μοι ἐξουσία γένοιτʼ ἂν ὕστερον ὡς οὐκ ἔστιν ἀδελφὸς οὗτος ἐμοῦ· οὐδεὶς γὰρ ἂν ὑμῶν τὴν 〈ἐμὴν〉 ἐμὴν add. Sauppe. φωνὴν ἀνάσχοιτʼ ἂν ἀκούων, 〈εἰ〉 εἰ add. Sylburgh. νῦν μὲν ὑπόδικον ἐμαυτὸν καθιστὰς μαρτυρῶ ὡς ἔστιν ἀδελφὸς ἡμέτερος, ὕστερον δὲ φαινοίμην τούτοις ἀντιλέγων.