<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg012.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg012.perseus-grc2" n="4"><p>ἀλλὰ μὴν οὐδʼ ἐμέ γε οὐδεὶς ἀνθρώπων οὕτω τελέως ἂν ἄφρονα ὑπολάβοι, ὥστε τούτῳ μαρτυρεῖν τὰ ψευδῆ, ὅπως τὰ πατρῷα διὰ πλειόνων διανείμωμαι. καὶ γὰρ οὐδʼ ἀμφισβητῆσαί μοι ἐξουσία γένοιτʼ ἂν ὕστερον ὡς οὐκ ἔστιν ἀδελφὸς οὗτος ἐμοῦ· οὐδεὶς γὰρ ἂν ὑμῶν τὴν 〈ἐμὴν〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐμὴν</foreign>add. Sauppe.</note> φωνὴν ἀνάσχοιτʼ ἂν ἀκούων, 〈εἰ〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">εἰ</foreign>add. Sylburgh.</note> νῦν μὲν ὑπόδικον ἐμαυτὸν καθιστὰς μαρτυρῶ ὡς ἔστιν ἀδελφὸς ἡμέτερος, ὕστερον δὲ φαινοίμην τούτοις ἀντιλέγων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg012.perseus-grc2" n="5"><p>οὐ μόνον τοίνυν ἡμᾶς, ὦ ἄνδρες δικασταί, εἰκός ἐστι τἀληθῆ μεμαρτυρηκέναι, ἀλλὰ καὶ τοὺς ἄλλους συγγενεῖς. ἐνθυμήθητε γὰρ πρῶτον μὲν ὅτι οἱ τὰς ἀδελφὰς ἡμῶν ἔχοντες οὐκ ἄν ποτε ἐμαρτύρουν περὶ τούτου τὰ ψευδῆ· μητρυιὰ γὰρ ἡ τούτου μήτηρ ἐγεγένητο ταῖς ἡμετέραις ἀδελφαῖς, εἰώθασι δέ πως ὡς ἐπὶ τὸ πολὺ διαφέρεσθαι ἀλλήλαις αἵ τε μητρυιαὶ καὶ αἱ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">αἱ</foreign>Reiske: <foreign xml:lang="grc">οἱ</foreign>F M.</note> πρόγονοι· ὥστε εἰ οὗτος ἐξ ἄλλου τινὸς ἀνδρὸς ἦν τῇ μητρυιᾷ καὶ οὐκ ἐκ τοῦ ἡμετέρου πατρός, οὐκ ἄν ποτε, ὦ ἄνδρες δικασταί, τοὺς ἑαυτῶν ἄνδρας αἱ ἀδελφαὶ μαρτυρεῖν [εἴασαν καὶ] ἐπέτρεψαν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg012.perseus-grc2" n="6"><p>καὶ μὴν οὐδʼ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οὐδʼ</foreign>Bekker: <foreign xml:lang="grc">οὐκ</foreign>F M.</note> ἂν ὁ θεῖος πρὸς μητρὸς ἡμῖν ὤν, τούτῳ δὲ οὐδὲν προσήκων δήπου τῇ τούτου μητρὶ ἠθέλησεν ἄν, ὦ ἄνδρες δικασταί, μαρτυρῆσαι ψευδῆ μαρτυρίαν, διʼ ἣν ἡμῖν γίγνεται βλάβη περιφανής, εἴ περ ξένον ὄντα τοῦτον εἰσποιοῦμεν ἀδελφὸν ἡμῖν αὐτοῖς. ἔτι τοίνυν, ὦ ἄνδρες δικασταί, πρὸς τούτοις 〈πῶς〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">πῶς</foreign>add. Savile.</note> ἄν τις ὑμῶν<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὑμῶν</foreign>Sylburg: <foreign xml:lang="grc">ἡμῶν</foreign>F M.</note> καταγνοίη ψευδομαρτυρίων<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ψευδομαρτυρίων</foreign>Wyse: <foreign xml:lang="grc">-ίαν</foreign>F M.</note> Δημαράτου τουτουὶ καὶ Ἡγήμονος καὶ Νικοστράτου, οἳ πρῶτον μὲν οὐδὲν αἰσχρὸν οὐδέποτε φανήσονται ἐπιτηδεύσαντες, εἶτα δʼ οἰκεῖοι ὄντες ἡμῖν καὶ εἰδότες ἡμᾶς ἅπαντας<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἅπαντας</foreign>Reiske: <foreign xml:lang="grc">-τα</foreign>F M.</note> μεμαρτυρήκασιν Εὐφιλήτῳ τουτῳὶ τὴν αὑτοῦ συγγένειαν ἕκαστος; </p></div></div></body></text></TEI>