ἀλλὰ μὴν οὐδὲ τροφῆς τε καὶ εὐπορίας τῆς παρὰ τούτου δεόμενος· ἔστι γὰρ αὐτῷ 〈βίος〉 βίος add. Reiske. ἱκανός, καὶ χωρὶς τούτου μεμαρτύρηται ὑμῖν τοῦτον ἐκ παιδίου παιδίου Scheibe: παίδων F M. τρέφων καὶ ἀσκῶν καὶ εἰς 〈τοὺς〉 τοὺς add. Schoemann. φράτορας εἰσάγων, εἰσαγαγὼν Scheibe: εἰσάγων F M. καὶ ταῦτα οὐ μικρὰ δαπανήματά ἐστιν. ὥστε τόν γε γε Bekker: τε M, om. F, add. F(2). πατέρα ἡμῶν οὐκ εἰκός ἐστιν, ὦ ἄνδρες δικασταί, μηδὲν ὠφελούμενον οὕτως ἀδίκῳ πράγματι ἐπιχειρῆσαι.