πάντας γὰρ εὑρήσετε τοὺς τὰ τοιαῦτα πράττοντας ἢ οὐκ ὄντων αὑτοῖς γνησίων παίδων ἢ διὰ πενίαν ἀναγκαζομένους ξένους ἀνθρώπους εἰσποιεῖσθαι, ὅπως ὠφελῶνταί τι ἀπʼ αὐτῶν διʼ αὑτοὺς Ἀθηναίων γεγονότων. τῷ τοίνυν πατρὶ τούτων οὐδέτερον ὑπάρχει· γνήσιοι μὲν γὰρ αὐτῷ ἡμεῖς δύο ὑεῖς ἐσμεν, ὥστε οὐκ ἄν γε διʼ ἐρημίαν τοῦτον εἰσεποιεῖτο.