πρὸς τούτοις τοίνυν, ὦ ἄνδρες δικασταί, ἐγὼ ἐτύγχανον μὲν τρισκαιδεκαέτης ὤν, ὥσπερ καὶ πρότερον εἶπον, ὅτε οὗτος ἐγένετο, ἕτοιμος δʼ εἰμὶ ὀμόσαι ἦ μὴν ἧ μὴν Sylburg: ὑμῖν F M. Εὐφίλητον τουτονὶ ἀδελφὸν εἶναι ἐμαυτοῦ ὁμοπάτριον. ὥστε, ὦ ἄνδρες δικασταί, δικαίως ἂν καὶ τοὺς ἡμετέρους ὅρκους πιστοτέρους νομίζοιτε ἢ τοὺς τούτων λόγους· ἡμεῖς μὲν γὰρ ἀκριβῶς εἰδότες ὀμόσαι περὶ αὐτοῦ θέλομεν, οὗτοι δὲ ταῦτα ἀκηκοότες παρὰ τῶν τούτου διαφόρων ἢ αὐτοὶ πλάττοντες λέγουσι. πρὸς δὲ τούτοις, ὦ ἄνδρες δικασταί, ἡμεῖς μὲν τοὺς συγγενεῖς μάρτυρας καὶ ἐπὶ τῶν διαιτητῶν καὶ ἐφʼ ὑμῶν παρεχόμεθα, οἷς οὐκ ἄξιον ἀπιστεῖν· οὗτοι δέ, ἐπειδὴ ἔλαχεν ὁ Εὐφίλητος τὴν δίκην τὴν προτέραν τῷ κοινῷ τῶν δημοτῶν καὶ τῷ τότε δημαρχοῦντι, ὃς νῦν τετελεύτηκε, δύο ἔτη τοῦ διαιτητοῦ τὴν δίαιταν ἔχοντος οὐκ ἐδυνήθησαν οὐδεμίαν μαρτυρίαν εὑρεῖν ὡς οὑτοσὶ ἄλλου τινὸς πατρός ἐστιν ἢ τοῦ ἡμετέρου. τοῖς δὲ διαιτῶσι μέγιστα 〈ταῦτα〉 ταῦτα add. Reiske. σημεῖα ἦν τοῦ ψεύδεσθαι τούτους, καὶ κατεδιῄτησαν αὐτῶν ἀμφότεροι. καί μοι λαβὲ λαβὲ Reiske: λάβετε F M. τῆς προτέρας διαίτης τὴν μαρτυρίαν. Μαρτυρία ὡς μὲν τοίνυν καὶ τότε ὦφλον ὦφλον Holwell: ὤφειλον. τὴν δίαιταν, ἀκηκόατε. ἀξιῶ δέ, ὦ ἄνδρες δικασταί, ὥσπερ οὗτοι μέγα μέγα Reiske: μετὰ F M. τοῦτʼ ἂν τοῦτʼ ἂν Schoemann: ταῦτα F M. ἔφησαν εἶναι σημεῖον ὡς οὐκ ἔστιν Ἡγησίππου, εἰ οἱ διαιτηταὶ αὐτῶν ἀπεδιῄτησαν, οὕτω τὸ νῦν ἡμῖν τοὐναντίον εἶναι μαρτύριον, ὅτι ἀληθῆ λέγομεν, ἐπεὶ ἔδοξαν αὐτοῖς αὐτοῖς Radermacher: αὐτοὶ F M. ἀδικεῖν τοῦτον Ἀθηναῖον ὄντα καὶ κυρίως πρῶτον ἐγγραφέντα ὕστερον ἐξαλείψαντες. ὅτι μὲν οὖν ἀδελφὸς ἡμῶν ἐστιν οὑτοσὶ Εὐφίλητος καὶ πολίτης ὑμέτερος, καὶ ἀδίκως ὑβρίσθη ὑπὸ τῶν ἐν τῷ δήμῳ συστάντων, ἱκανῶς οἴομαι ὑμᾶς, ὦ ἄνδρες δικασταί, ἀκηκοέναι.