<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg012.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg012.perseus-grc2" n="0"><p rend="align(center)"><label>Ὑπόθεσις</label></p><p rend="align(indent)">τὸν Ἐρχίεων δῆμον εἰς τὸ δικαστήριον προσκαλεῖταί<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">προσκαλεῖταί, προσκαλεσαμένοις, προσκαλεσάμενος</foreign>Reiske: F M <foreign xml:lang="grc">προκ-.</foreign></note> τις τῶν ἀποψηφισθέντων ὡς ἀδίκως τῆς πολιτείας ἀπελαυνόμενος. ἐγράφη γὰρ δή τις ὑπὸ τῶν Ἀθηναίων νόμος, ἐξέτασιν γενέσθαι τῶν πολιτῶν κατὰ δήμους, τὸν δὲ ἀποψηφισθέντα ὑπὸ τῶν δημοτῶν τῆς πολιτείας μὴ μετέχειν, τοῖς δὲ ἀδίκως ἀποψηφισθεῖσιν ἔφεσιν εἰς τὸ δικαστήριον εἶναι προσκαλεσαμένοις τοὺς δημότας, καὶ ἐὰν τὸ δεύτερον ἐξελεγχθῶσι, πεπρᾶσθαι αὐτοὺς καὶ τὰ χρήματα εἶναι δημόσια. κατὰ τοῦτον τὸν νόμον ὁ Εὐφίλητος, προσκαλεσάμενος τοὺς Ἐρχιέας ὡς ἀδίκως καταψηφισαμένους αὑτοῦ, τὸν ἀγῶνα τόνδε διατίθεται. προείρηται μὲν δὴ τὰ πράγματα ταῦτʼ ἀκριβῶς καὶ πεπίστωται διὰ τῶν μαρτύρων· οἷς δὲ βεβαίως βούλεται ποιῆσαι τὰς μαρτυρίας, τάδʼ ἐστίν, ὡς μὲν ἐγὼ δόξης ἔχω, πάντʼ ἀκριβῶς ἐξειργασμένα, κρινέτω δὲ ὁ βουλόμενος εἰ τὰ προσήκοντα ἔγνωκα περὶ αὐτῶν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg012.perseus-grc2" n="1"><p rend="align(indent)">ὅτι μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, ἀδελφὸς ἡμῖν ἐστιν οὑτοσὶ Εὐφίλητος, οὐ μόνον ἡμῶν ἀλλὰ καὶ τῶν συγγενῶν ἁπάντων ἀκηκόατε μαρτυρούντων. σκέψασθε δὲ πρῶτον τὸν πατέρα ἡμῶν, τίνος ἕνεκεν ἂν ψεύδοιτο καὶ τοῦτον μὴ ὄντα αὐτοῦ ὑὸν εἰσεποιεῖτο. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg012.perseus-grc2" n="2"><p>πάντας γὰρ εὑρήσετε τοὺς τὰ τοιαῦτα πράττοντας ἢ οὐκ ὄντων αὑτοῖς γνησίων παίδων ἢ διὰ πενίαν ἀναγκαζομένους ξένους ἀνθρώπους εἰσποιεῖσθαι, ὅπως ὠφελῶνταί τι ἀπʼ αὐτῶν διʼ αὑτοὺς Ἀθηναίων γεγονότων. τῷ τοίνυν πατρὶ τούτων οὐδέτερον ὑπάρχει· γνήσιοι μὲν γὰρ αὐτῷ ἡμεῖς δύο ὑεῖς ἐσμεν, ὥστε οὐκ ἄν γε διʼ ἐρημίαν τοῦτον εἰσεποιεῖτο. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg012.perseus-grc2" n="3"><p>ἀλλὰ μὴν οὐδὲ τροφῆς τε καὶ εὐπορίας τῆς παρὰ τούτου δεόμενος· ἔστι γὰρ αὐτῷ 〈βίος〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">βίος</foreign>add. Reiske.</note> ἱκανός, καὶ χωρὶς τούτου μεμαρτύρηται ὑμῖν τοῦτον ἐκ παιδίου<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">παιδίου</foreign>Scheibe: <foreign xml:lang="grc">παίδων</foreign>F M.</note> τρέφων καὶ ἀσκῶν καὶ εἰς 〈τοὺς〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τοὺς</foreign>add. Schoemann.</note> φράτορας εἰσάγων,<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">εἰσαγαγὼν</foreign>Scheibe: <foreign xml:lang="grc">εἰσάγων</foreign>F M.</note> καὶ ταῦτα οὐ μικρὰ δαπανήματά ἐστιν. ὥστε τόν γε<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">γε</foreign>Bekker: <foreign xml:lang="grc">τε</foreign>M, om. F, add. F(2).</note> πατέρα ἡμῶν οὐκ εἰκός ἐστιν, ὦ ἄνδρες δικασταί, μηδὲν ὠφελούμενον οὕτως ἀδίκῳ πράγματι ἐπιχειρῆσαι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg012.perseus-grc2" n="4"><p>ἀλλὰ μὴν οὐδʼ ἐμέ γε οὐδεὶς ἀνθρώπων οὕτω τελέως ἂν ἄφρονα ὑπολάβοι, ὥστε τούτῳ μαρτυρεῖν τὰ ψευδῆ, ὅπως τὰ πατρῷα διὰ πλειόνων διανείμωμαι. καὶ γὰρ οὐδʼ ἀμφισβητῆσαί μοι ἐξουσία γένοιτʼ ἂν ὕστερον ὡς οὐκ ἔστιν ἀδελφὸς οὗτος ἐμοῦ· οὐδεὶς γὰρ ἂν ὑμῶν τὴν 〈ἐμὴν〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐμὴν</foreign>add. Sauppe.</note> φωνὴν ἀνάσχοιτʼ ἂν ἀκούων, 〈εἰ〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">εἰ</foreign>add. Sylburgh.</note> νῦν μὲν ὑπόδικον ἐμαυτὸν καθιστὰς μαρτυρῶ ὡς ἔστιν ἀδελφὸς ἡμέτερος, ὕστερον δὲ φαινοίμην τούτοις ἀντιλέγων. </p></div></div></body></text></TEI>