<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="5"><p rend="align(center)"><label>Νόμοι</label></p><p rend="align(indent)">ἐπίσχες. ἐρωτήσω σέ. ἀδελφός ἐσθʼ ὁ παῖς Ἁγνίου 〈ἢ〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἢ</foreign>add. Taylor.</note> ἀδελφιδοῦς ἐξ ἀδελφοῦ ἢ ἐξ ἀδελφῆς γεγονώς, ἢ ἀνεψιός, ἢ ἐξ ἀνεψιοῦ πρὸς μητρὸς ἢ πρὸς πατρός; τί τούτων τῶν ὀνομάτων, οἷς ὁ νόμος τὴν ἀγχιστείαν δίδωσι; καὶ ὅπως μὴ ἐκεῖνο ἐρεῖς, ὅτι ἐμὸς ἀδελφιδοῦς. οὐ γὰρ περὶ τοῦ ἐμοῦ κλήρου νῦν ὁ λόγος ἐστί· ζῶ γάρ. εἰ δʼ ἦν ἄπαις ἐγὼ τετελευτηκὼς καὶ ἠμφισβήτει τῶν ἐμῶν, τοῦτο ἂν προσῆκεν<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">προσῆκεν</foreign>Schoemann: <foreign xml:lang="grc">-ήκη.</foreign></note> ἀποκρίνασθαι ἐρωτωμένῳ. νῦν δὲ φῂς τῶν Ἁγνίου χρημάτων τὸ ἡμικλήριον εἶναι τοῦ παιδός· δεῖ δή σε τῆς ἀγχιστείας, ὅ τι ὁ παῖς Ἁγνίᾳ προσήκει, τὸ γένος εἰπεῖν. φράσον οὖν τουτοισί. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="6"><p rend="align(indent)">αἰσθάνεσθε ὅτι οὐκ ἔχει τὴν συγγένειαν εἰπεῖν, ἀλλʼ ἀποκρίνεται πάντα μᾶλλον ἢ ὃ δεῖ μαθεῖν ὑμᾶς. καίτοι τόν γε πράττοντά τι δίκαιον οὐ προσῆκεν ἀπορεῖν ἀλλʼ εὐθὺς λέγειν, καὶ μὴ μόνον τοῦτο ποιεῖν, ἀλλὰ καὶ διόμνυσθαι καὶ τοῦ γένους παρέχεσθαι μάρτυρας,<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">μάρτυρας</foreign>Cobet: <foreign xml:lang="grc">μαρτυρίας.</foreign></note> ἵνα μᾶλλον [ἂν] ἐπιστεύετο ὑφʼ ὑμῶν. νῦν δʼ ἐφʼ οἷς ἀπόκρισιν οὐ δέδωκεν, οὐ μάρτυρας παρέσχετο, οὐχ ὅρκον ὤμοσεν, οὐ νόμον ἀνέγνωκεν, οἴεται δεῖν ὑμᾶς, ὀμωμοκότας ψηφιεῖσθαι κατὰ τοὺς νόμους, αὐτῷ πειθομένους ἐμοῦ καταγνῶναι ταύτην τὴν εἰσαγγελίαν παρὰ τοὺς νόμους· οὕτω σχέτλιος καὶ ἀναιδὴς ἄνθρωπός ἐστιν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="7"><p>ἀλλʼ οὐκ ἐγὼ ποιήσω τούτων οὐδέν, ἀλλὰ καὶ τὸ γένος ἐρῶ τοὐμὸν καὶ ὅθεν μοι προσήκει τῆς κληρονομίας, καὶ τὸν παῖδα ἐπιδείξω καὶ τοὺς πρότερον ἀμφισβητήσαντας ἐμοὶ τοῦ κλήρου πάντας ἔξω τῆς ἀγχιστείας ὄντας, ὥσθʼ ὑμᾶς ὁμολογεῖν. ἀνάγκη δʼ ἐστὶν ἐξ ἀρχῆς τὰ συμβεβηκότα εἰπεῖν· ἐκ τούτων γὰρ γνώσεσθε τήν τε ἐμὴν ἀγχιστείαν καὶ ὅτι τούτοις οὐδὲν προσήκει τῆς κληρονομίας. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="8"><p rend="align(indent)">ἐγὼ γὰρ καὶ Ἁγνίας, ὦ ἄνδρες, καὶ Εὐβουλίδης καὶ Στρατοκλῆς καὶ Στρατίος ὁ τῆς Ἁγνίου μητρὸς ἀδελφὸς ἐξ ἀνεψιῶν ἐσμεν γεγονότες· καὶ γὰρ οἱ πατέρες ἡμῶν ἦσαν ἀνεψιοὶ ἐκ πατραδέλφων. Ἁγνίας οὖν, ὅτε ἐκπλεῖν παρεσκευάζετο πρεσβεύσων ἐπὶ ταύτας τὰς πράξεις αἳ τῇ πόλει συμφερόντως εἶχον, οὐκ ἐφʼ ἡμῖν τοῖς ἐγγύτατα γένους, εἴ τι πάθοι, τὰ ὄντα κατέλιπεν, ἀλλʼ ἐποιήσατο θυγατέρα αὑτοῦ ἀδελφιδῆν· εἰ δέ τι καὶ αὐτὴ πάθοι, Γλαύκωνι τὰ ὄντα ἐδίδου, ἀδελφῷ ὄντι ὁμομητρίῳ· καὶ ταῦτʼ ἐν διαθήκαις ἐνέγραψε. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="9"><p>χρόνων δὲ διαγενομένων μετὰ ταῦτα τελευτᾷ μὲν Εὐβουλίδης, τελευτᾷ δʼ ἡ θυγάτηρ ἣν ἐποιήσατο Ἁγνίας, λαμβάνει δὲ τὸν κλῆρον Γλαύκων κατὰ τὴν διαθήκην. ἡμεῖς δʼ οὐ πώποτʼ ἠξιώσαμεν ἀμφισβητῆσαι πρὸς τὰς ἐκείνου διαθήκας, ἀλλʼ ὠόμεθα δεῖν περὶ τῶν αὑτοῦ τὴν ἐκείνου γνώμην εἶναι κυρίαν, καὶ τούτοις ἐνεμένομεν. ἡ δʼ Εὐβουλίδου θυγάτηρ μετὰ τῶν αὐτῇ συμπραττόντων λαγχάνει τοῦ κλήρου καὶ λαμβάνει νικήσασα τοὺς κατὰ τὴν διαθήκην ἀμφισβητήσαντας, ἔξω μὲν οὖσα τῆς ἀγχιστείας, ἐλπίσασα δʼ (ὡς ἔοικεν) ἡμᾶς πρὸς αὐτὴν οὐκ ἀντιδικήσειν, ὅτι οὐδὲ πρὸς τὰς διαθήκας ἠμφισβητήσαμεν. </p></div></div></body></text></TEI>