Μαρτυρίαι ἆρα μικρὰ τὰ διάφορα ἑκατέροις τῆς οὐσίας ἡμῶν ἐστιν, ἀλλʼ οὐ τηλικαῦτα ὥστε 〈ἐμοὶ〉 ἐμοὶ add. Schoemann. μηδεμίαν γενέσθαι παρὰ παρὰ sched. *eton.: περὶ. τοὺς Στρατοκλέους παῖδας; 〈οὐκοῦν〉 οὐκοῦν add. Buermann. οὐκ ἄξιον τοῖς τούτου τοῖς τούτου Reiske: τούτοις τοῖς. λόγοις πιστεύειν, ὃς τοσαύτης οὐσίας καταλελειμμένης ἐτόλμησεν ἐπὶ διαβολῇ ψεύσασθαι κατʼ ἐμοῦ τηλικαῦτα τηλικαῦτα Aldus: -αύτη. τὸ μέγεθος. καταλογίζεται τοίνυν ὡς ἐγὼ τρεῖς κλήρους εἰληφὼς καὶ πολλῶν χρημάτων εὐπορῶν ἀφανίζω τὴν οὐσίαν, ἵνʼ ὡς ἐλάχισθʼ ὑμεῖς αὐτῶν ἀπολαύητε. ἀπολαύητε Aldus: -οιτε. τοῖς γὰρ μηδὲν δίκαιον ἔχουσι περὶ τῶν πραγμάτων λέγειν ἀνάγκη πορίζεσθαι τοιούτους λόγους, ἐξ ὧν [ἂν] διαβάλλοντες πλέον ἔχειν δυνήσονται τῶν ἀντιδίκων.