κἀγὼ μὲν ἐγκαταλογίζομαι καὶ τὰ τοῦ ὑέος τοῦ ἐκποιηθέντος εἰς ταῦτα, τοῖς τοῦ παιδὸς δὲ οὐ προσέθηκα τὴν Θεοφῶντος οὐσίαν, πένθʼ ἡμιταλάντων οὖσαν, ἐφʼ ᾗ ᾖ Schoemann: ἣν. ἐποιήσατο τὴν ἀδελφὴν αὐτοῦ· ῥᾳδίως γὰρ ἂν εὑρεθείη καὶ ὀκτὼ ταλάντων ὁ τούτων οἶκος· ἀλλʼ ἐκεῖνα ἀφῄρηται χωρίς. κἀμοὶ μὲν ὁ κλῆρος ὃν Ἁγνίας κατέλιπεν, οὗτος οὔπω βέβαιός ἐστι·