<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="45"><p>κἀγὼ μὲν ἐγκαταλογίζομαι καὶ τὰ τοῦ ὑέος τοῦ ἐκποιηθέντος εἰς ταῦτα, τοῖς τοῦ παιδὸς δὲ οὐ προσέθηκα τὴν Θεοφῶντος οὐσίαν, πένθʼ ἡμιταλάντων οὖσαν, ἐφʼ ᾗ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ᾖ</foreign>Schoemann: <foreign xml:lang="grc">ἣν.</foreign></note> ἐποιήσατο τὴν ἀδελφὴν αὐτοῦ· ῥᾳδίως γὰρ ἂν εὑρεθείη καὶ ὀκτὼ ταλάντων ὁ τούτων οἶκος· ἀλλʼ ἐκεῖνα ἀφῄρηται χωρίς. κἀμοὶ μὲν ὁ κλῆρος ὃν Ἁγνίας κατέλιπεν, οὗτος οὔπω βέβαιός ἐστι· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="46"><p>δίκαι γὰρ ἐνεστήκασι ψευδομαρτυρίων, κελεύει δʼ ὁ νόμος, ἐὰν ἁλῷ τις τῶν ψευδομαρτυρίων, πάλιν ἐξ ἀρχῆς εἶναι περὶ αὐτῶν τὰς λήξεις· τὰ δὲ τοῦ παιδὸς ὡμολογημένα καὶ ἀναμφισβήτητα καταλέλοιπε Στρατοκλῆς. ὅτι δὲ τοσαῦτά ἐστι τἀμὰ σὺν τοῖς τοῦ ἐκποιήτου ὑέος, καὶ ψευδομαρτυριῶν ἐνεστᾶσι δίκαι περὶ τῶν Ἁγνίου, λαβὲ τὰς μαρτυρίας καὶ ἀνάγνωθι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="47"><p rend="align(center)"><label>Μαρτυρίαι</label></p><p rend="align(indent)">ἆρα μικρὰ τὰ διάφορα ἑκατέροις τῆς οὐσίας ἡμῶν ἐστιν, ἀλλʼ οὐ τηλικαῦτα ὥστε 〈ἐμοὶ〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐμοὶ</foreign>add. Schoemann.</note> μηδεμίαν γενέσθαι παρὰ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">παρὰ</foreign>sched. *eton.: <foreign xml:lang="grc">περὶ.</foreign></note> τοὺς Στρατοκλέους παῖδας; 〈οὐκοῦν〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οὐκοῦν</foreign>add. Buermann.</note> οὐκ ἄξιον τοῖς τούτου<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τοῖς τούτου</foreign>Reiske: <foreign xml:lang="grc">τούτοις τοῖς.</foreign></note> λόγοις πιστεύειν, ὃς τοσαύτης οὐσίας καταλελειμμένης ἐτόλμησεν ἐπὶ διαβολῇ ψεύσασθαι κατʼ ἐμοῦ τηλικαῦτα<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τηλικαῦτα</foreign>Aldus: <foreign xml:lang="grc">-αύτη.</foreign></note> τὸ μέγεθος. καταλογίζεται τοίνυν ὡς ἐγὼ τρεῖς κλήρους εἰληφὼς καὶ πολλῶν χρημάτων εὐπορῶν ἀφανίζω τὴν οὐσίαν, ἵνʼ ὡς ἐλάχισθʼ ὑμεῖς αὐτῶν ἀπολαύητε.<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀπολαύητε</foreign>Aldus: <foreign xml:lang="grc">-οιτε.</foreign></note> τοῖς γὰρ μηδὲν δίκαιον ἔχουσι περὶ τῶν πραγμάτων λέγειν ἀνάγκη πορίζεσθαι τοιούτους λόγους, ἐξ ὧν [ἂν] διαβάλλοντες πλέον ἔχειν δυνήσονται τῶν ἀντιδίκων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="48"><p>ἐμοὶ δὲ μάρτυρές ἐστε πάντες ὅτι οἱ τῆς ἐμῆς γυναικὸς ἀδελφοί, Χαιρέλεως καὶ Μακάρτατος, οὐ τῶν λῃτουργούντων ἦσαν ἀλλὰ τῶν βραχεῖαν κεκτημένων οὐσίαν. Μακάρτατον γὰρ ἴστε ὅτι τὸ χωρίον ἀποδόμενος καὶ τριήρη πριάμενος καὶ ταύτην πληρωσάμενος εἰς Κρήτην ἐξέπλευσεν· οὐ γὰρ τὸ ἔργον ἀφανὲς ἐγένετο, ἀλλὰ καὶ λόγον ἐν τῷ δήμῳ παρέσχε, μὴ πόλεμον ἡμῖν ἀντʼ εἰρήνης ἐκεῖνος πρὸς Λακεδαιμονίους ποιήσειε. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="49"><p>Χαιρέλεως δὲ τὸ Προσπαλτοῖ χωρίον κατέλιπεν, ὃ πλέον οὐκ ἂν εὕροι<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">εὕροι</foreign>Reiske: <foreign xml:lang="grc">εὕρητε.</foreign></note> τριάκοντα μνῶν. συνέβη δὲ τὸν μὲν ταῦτα καταλιπόντα τελευτῆσαι πρότερον ἢ Μακάρτατον, ἐκεῖνον δὲ μετὰ ταύτης τῆς οὐσίας, ἣν ἔχων ἐξέπλευσεν· ἅπαντα γὰρ καὶ τὴν τριήρη καὶ αὑτὸν κατὰ τὸν πόλεμον ἀπώλεσε. καταλειφθέντος δὲ τοῦ Προσπαλτοῖ χωρίου καὶ γιγνομένου τῆς ἐκείνων ἀδελφῆς, ἐμῆς δὲ γυναικός, ἐπείσθην ὑπʼ ἐκείνης εἰσποιῆσαι Μακαρτάτῳ τὸν ἕτερον τῶν παίδων· οὐχ ἵνα 〈μὴ〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">μὴ</foreign>add. Bekker.</note> λῃτουργοίην, εἰ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">εἰ</foreign>Aldus: <foreign xml:lang="grc">εἰς.</foreign></note> προσγένοιτό μοι τοῦτο τὸ χωρίον. </p></div></div></body></text></TEI>