Μάρτυρες ἡ μὲν τοίνυν Στρατοκλέους οὐσία καὶ πλείων ταύτης ἐστίν· ἀλλʼ ὕστερον περὶ τῶν παρακλεπτομένων ὑπὸ τούτων ποιήσομαι τοὺς λόγους· ἡ δʼ ἐμὴ πόση τις; χωρίον ἐν Οἰνόῃ πεντακισχιλίων καὶ Προσπαλτοῖ τρισχιλίων, καὶ οἰκία ἐν ἄστει δισχιλίων, πρὸς δὲ τούτοις 〈ὁ〉 ὁ add. Schoemann. κλῆρος ὃν Ἁγνίας κατέλιπε, περὶ δύο τάλαντα· οὐ γὰρ ἂν οἶδʼ ὅτι πλέον εὕροι εὕροι Bekker: εὔρη. τούτου. ταῦτʼ ἐστὶ τρία τάλαντα καὶ τετρακισχίλιαι μόνον, δέκα καὶ ἑκατὸν μναῖς ἐλάττω τῶν τοῦ παιδός.