<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="43"><p>πρόσοδος μὲν αὕτη δύο καὶ εἴκοσι μναῖ καὶ πρός· χωρὶς δὲ τούτων κατέλιπεν ἔπιπλα, πρόβατα, κριθάς, οἶνον, ὀπώρας, ἐξ ὧν ἐνεπόλησαν<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐνεπόλησαν</foreign>Scaliger: <foreign xml:lang="grc">ἐνεπώλ-.</foreign></note> τετρακισχιλίας ἐννακοσίας· ἔτι δὲ ἔνδον ἐννακοσίας δραχμάς. πρὸς δὲ τούτοις ἐξ ἐράνων ὀφλήματα εἰσπεπραγμένα, μικροῦ δεούσας χιλίας δραχμάς, μαρτύρων ἐναντίον ἡ μήτηρ αὐτοῦ, τοῦ παιδός, ἀπεγράψατο. καὶ οὔπω λέγω περὶ τῶν ἄλλων, ἃ κατελείφθη μὲν οὗτοι δʼ οὐκ ἀποφαίνουσιν, ἀλλὰ τὰ φανερὰ καὶ τὰ ὑπὸ τούτων ὁμολογούμενα. κάλει δέ μοι τῶν εἰρημένων τοὺς μάρτυρας. </p></div></div></body></text></TEI>