πρόσοδος μὲν αὕτη δύο καὶ εἴκοσι μναῖ καὶ πρός· χωρὶς δὲ τούτων κατέλιπεν ἔπιπλα, πρόβατα, κριθάς, οἶνον, ὀπώρας, ἐξ ὧν ἐνεπόλησαν ἐνεπόλησαν Scaliger: ἐνεπώλ-. τετρακισχιλίας ἐννακοσίας· ἔτι δὲ ἔνδον ἐννακοσίας δραχμάς. πρὸς δὲ τούτοις ἐξ ἐράνων ὀφλήματα εἰσπεπραγμένα, μικροῦ δεούσας χιλίας δραχμάς, μαρτύρων ἐναντίον ἡ μήτηρ αὐτοῦ, τοῦ παιδός, ἀπεγράψατο. καὶ οὔπω λέγω περὶ τῶν ἄλλων, ἃ κατελείφθη μὲν οὗτοι δʼ οὐκ ἀποφαίνουσιν, ἀλλὰ τὰ φανερὰ καὶ τὰ ὑπὸ τούτων ὁμολογούμενα. κάλει δέ μοι τῶν εἰρημένων τοὺς μάρτυρας.