συνέβη δὲ Στρατοκλεῖ πρὸς τοῖς ὑπάρχουσι πλέον ἢ πένθʼ ἡμιταλάντων οὐσίαν λαβεῖν· Θεοφῶν Θεοφῶν Aldus: -φρων. γὰρ ὁ τῆς γυναικὸς αὐτοῦ ἀδελφὸς ἀποθνῄσκων ἐποιήσατο τῶν θυγατέρων αὐτοῦ μίαν, καὶ τὰ ὄνθʼ τὰ ὄνθʼ Blass: τόν θʼ. αὑτοῦ ἔδωκεν, ἀγρὸν τὸν Ἐλευσῖνι δυοῖν ταλάντοιν, πρόβατα ἑξήκοντα, αἶγας ἑκατόν, ἔπιπλα, ἵππον λαμπρὸν ἐφʼ οὗ ἐφυλάρχησε, καὶ τὴν ἄλλην κατασκευὴν ἅπασαν,