πρῶτον μὲν οὖν τὰ τῆς οὐσίας διέξειμι, μετὰ δὲ ταῦτα ὡς καὶ διοικεῖν ἀξιῶ τὰ τοῦ παιδός. Στρατοκλεῖ γὰρ κἀμοὶ τὰ μὲν ὑπάρξαντα πατρῷα τοσαῦτα ἦν, ὥστε εἶναι μὲν [οὐχ] ἱκανά, λῃτουργεῖν δὲ μὴ ἄξια. τεκμήριον δέ· εἴκοσι μνᾶς ἑκάτερος ἡμῶν ἐπὶ τῇ γυναικὶ προῖκα ἔλαβε, τοσαύτη δὲ προὶξ οὐκ ἂν εἰς πολλήν τινα οὐσίαν δοθείη. συνέβη δὲ Στρατοκλεῖ πρὸς τοῖς ὑπάρχουσι πλέον ἢ πένθʼ ἡμιταλάντων οὐσίαν λαβεῖν· Θεοφῶν Θεοφῶν Aldus: -φρων. γὰρ ὁ τῆς γυναικὸς αὐτοῦ ἀδελφὸς ἀποθνῄσκων ἐποιήσατο τῶν θυγατέρων αὐτοῦ μίαν, καὶ τὰ ὄνθʼ τὰ ὄνθʼ Blass: τόν θʼ. αὑτοῦ ἔδωκεν, ἀγρὸν τὸν Ἐλευσῖνι δυοῖν ταλάντοιν, πρόβατα ἑξήκοντα, αἶγας ἑκατόν, ἔπιπλα, ἵππον λαμπρὸν ἐφʼ οὗ ἐφυλάρχησε, καὶ τὴν ἄλλην κατασκευὴν ἅπασαν, ἧς κύριος ἐκεῖνος γενόμενος ἐννέα ἔτη ὅλα κατέλιπε πέντε ταλάντων οὐσίαν καὶ τρισχιλίων δραχμῶν σὺν τοῖς ἑαυτοῦ πατρῴοις, χωρὶς ἐκείνης ἧς Θεοφῶν τῇ θυγατρὶ αὐτοῦ ἔδωκεν, ἀγρὸν μὲν Θριᾶσι πένθʼ ἡμιτάλαντα εὑρίσκοντα, οἰκίαν δὲ Μελίτῃ τρισχιλίων ἐωνημένην, ἐωνημένην Reiske: ὠν-. ἄλλην δὲ Ἐλευσῖνι πεντακοσίων. ἐδάφη μὲν ταῦτα, ἀφʼ ὧν ἡ μίσθωσις τοῦ μὲν ἀγροῦ δώδεκα μναῖ, τῶν δὲ οἰκιῶν τρεῖς, αἳ πεντεκαίδεκα μναῖ συναμφότερα γίγνονται· χρέα δʼ ἐπὶ τόκοις ὀφειλόμενα περὶ τετρακισχιλίας, ὧν τὸ ἔργον ἐπʼ ἐννέα ὀβολοῖς ἑπτακόσιαι καὶ εἴκοσι δραχμαὶ γίγνονται τοῦ ἐνιαυτοῦ ἑκάστου. πρόσοδος μὲν αὕτη δύο καὶ εἴκοσι μναῖ καὶ πρός· χωρὶς δὲ τούτων κατέλιπεν ἔπιπλα, πρόβατα, κριθάς, οἶνον, ὀπώρας, ἐξ ὧν ἐνεπόλησαν ἐνεπόλησαν Scaliger: ἐνεπώλ-. τετρακισχιλίας ἐννακοσίας· ἔτι δὲ ἔνδον ἐννακοσίας δραχμάς. πρὸς δὲ τούτοις ἐξ ἐράνων ὀφλήματα εἰσπεπραγμένα, μικροῦ δεούσας χιλίας δραχμάς, μαρτύρων ἐναντίον ἡ μήτηρ αὐτοῦ, τοῦ παιδός, ἀπεγράψατο. καὶ οὔπω λέγω περὶ τῶν ἄλλων, ἃ κατελείφθη μὲν οὗτοι δʼ οὐκ ἀποφαίνουσιν, ἀλλὰ τὰ φανερὰ καὶ τὰ ὑπὸ τούτων ὁμολογούμενα. κάλει δέ μοι τῶν εἰρημένων τοὺς μάρτυρας. Μάρτυρες ἡ μὲν τοίνυν Στρατοκλέους οὐσία καὶ πλείων ταύτης ἐστίν· ἀλλʼ ὕστερον περὶ τῶν παρακλεπτομένων ὑπὸ τούτων ποιήσομαι τοὺς λόγους· ἡ δʼ ἐμὴ πόση τις; χωρίον ἐν Οἰνόῃ πεντακισχιλίων καὶ Προσπαλτοῖ τρισχιλίων, καὶ οἰκία ἐν ἄστει δισχιλίων, πρὸς δὲ τούτοις 〈ὁ〉 ὁ add. Schoemann. κλῆρος ὃν Ἁγνίας κατέλιπε, περὶ δύο τάλαντα· οὐ γὰρ ἂν οἶδʼ ὅτι πλέον εὕροι εὕροι Bekker: εὔρη. τούτου. ταῦτʼ ἐστὶ τρία τάλαντα καὶ τετρακισχίλιαι μόνον, δέκα καὶ ἑκατὸν μναῖς ἐλάττω τῶν τοῦ παιδός.