εἰ δὲ μὴ προσῆκεν αὐτοῖς τῆς ἀγχιστείας μηδέν, διὰ τί ἂν μεταδώσειν ὡμολόγουν, τῶν νόμων ἐμοὶ πάντων αὐτῶν δεδωκότων τὴν κληρονομίαν; πότερα δʼ οὐκ ἦν μοι λαχεῖν, εἰ μὴ πείσαιμι τούτους; ἀλλʼ ὁ νόμος τῷ βουλομένῳ δίδωσι τὴν ἐξουσίαν, ὥστε τοῦτο οὐκ ἦν αὐτοῖς εἰπεῖν. ἀλλʼ εἶχόν τινά μοι μαρτυρίαν τοῦ πράγματος, ἣν εἰ μὴ ἐμαρτύρουν, οὐκ ἔμελλον ἐπιδικάσασθαι τούτων; ἀλλὰ κατὰ γένος ἠμφισβήτουν, οὐ κατὰ δόσιν, ὥστʼ οὐδὲν ἔδει μαρτύρων. ἀλλὰ μὴν εἰ μήτε κοινώσασθαι τὸ πρᾶγμα ἐνῆν, ὅτʼ ἔζη Στρατοκλῆς, μήτε ὁ πατὴρ αὐτῷ κατέλιπεν ἐπιδικασάμενος τούτων μηδέν, μηδέν Bekker: οὐδέν. μήτε εἰκὸς ἦν μεταδώσειν ἐμὲ τὸ ἡμικλήριον ὁμολογῆσαι αὐτῷ, ἀπέδοτε ἀπέδοτε Schoemann: ἀπόδοτε. 〈δʼ〉 δʼ add. Schoemann. ὑμεῖς ἐπιδικάσαντές μοι τοῦτον τὸν κλῆρον, οἱ οἱ Schoemann: εἰ. δὲ μήτε ἔλαχον τότε τότε Munscher: τῶν. αὐτῶν μήτʼ ἀμφισβητῆσαι πώποτʼ ἠξίωσαν, πῶς χρὴ πιστοὺς εἶναι νομίζειν τοὺς τούτων λόγους; ἐγὼ μὲν οἴομαι οὐδαμῶς. προσποιεῖται τοίνυν οὗτος (ἐπειδὴ τοῦτʼ εἰκότως ἂν θαυμάζοιτε, ὅτι τοῦ ἡμικληρίου τότε τὴν δίκην οὐκ ἐλάγχανον) τοῦ μὲν μὴ λαχεῖν πρὸς ἐκείνους ἐμὲ εἶναι αἴτιον ὡς ὁμολογήσαντα μεταδώσειν, ὥστε διὰ τοῦτʼ οὐ τοῦτ’ οὐ Reiske: τούτου. παρακαταβάλλειν αὐτούς, αὐτούς Dobree: αὐτοῖς. τῆς δὲ πρὸς ἐμὲ λήξεως ἐμποδὼν εἶναι τοὺς νόμους (οὐ γὰρ εἶναι τοῖς ὀρφανοῖς κατὰ τῶν ἐπιτρόπων), οὐδέτερʼ ἀληθῆ λέγων. οὔτε γὰρ ἂν νόμον δείξειεν ὃς κωλύει τοῦτον ὑπὲρ τοῦ παιδὸς δίκην παρʼ ἐμοῦ λαμβάνειν· οὐ γάρ ἐστιν ἐναντιούμενος οὐδείς, ἀλλʼ ὥσπερ καὶ γραφὰς κατʼ ἐμοῦ δέδωκεν, οὕτω καὶ δίκας ἐμοὶ εἶναι καὶ τῷ παιδὶ πεποίηκεν· οὔτʼ αὖ διὰ ταῦτα ἐκείνοις τοῖς ἔχουσι ἔχουσι Dobree: προσήκουσι. τοῦ κλήρου οὐκ ἐλάγχανον, ὡς ἐμοῦ μεταδώσειν ὁμολογήσαντος, ἀλλʼ ὅτι οὐδʼ ὁτιοῦν αὐτοῖς τούτων τῶν χρημάτων προσῆκεν. εὖ δʼ οἶδʼ ὅτι 〈οὐδʼ〉 οὐδʼ add. Scaliger. εἰ συνεχώρουν τῷ παιδὶ λαβεῖν ἐπιδικασαμένῳ παρʼ ἐμοῦ τὸ ἡμικλήριον, οὐκ ἄν ποτε ταῦτʼ ἐποίησαν οὐδʼ ἐπεχείρησαν, εἰδότες 〈ὅτι〉, ὅτι add. Stephanus. ὁπότʼ ἐν τῇ ἀγχιστείᾳ μὴ ὄντες εἶχόν τι τῶν μὴ προσηκόντων, τοῦτʼ ἂν ὑπὸ τῶν ἐγγύτατα γένους ῥᾳδίως ἀφῃρέθησαν. ὅπερ γὰρ καὶ πρότερον εἶπον, οὐ δίδωσι μεθʼ ἡμᾶς τοῖς ἡμετέροις παισὶ τὸ παράπαν τὴν ἀγχιστείαν ὁ νόμος, ἀλλὰ τοῖς πρὸς μητρὸς τοῦ τελευτήσαντος.