<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="15"><p rend="align(indent)">οἴομαι μὲν οὖν καὶ ἐκ τῶν ἤδη εἰρημένων γιγνώσκεσθαι ὑμῖν ὅτι οὔτʼ ἀδικῶ τὸν παῖδα οὐδὲν οὔτʼ ἔνοχός εἰμι ταύταις ταῖς αἰτίαις οὐδὲ κατὰ μικρόν· ἔτι δὲ ἀκριβέστερον ἡγοῦμαι καὶ ἐκ τῶν ἄλλων ὑμᾶς μαθήσεσθαι, καὶ τὴν ἐμὴν ἐπιδικασίαν, ὡς γέγονεν, ἀκούσαντας περὶ αὐτῶν. ἐμοὶ γάρ, ὦ ἄνδρες, λαχόντι τοῦ κλήρου τὴν δίκην οὔτε οὗτος ὁ νῦν ἐμὲ εἰσαγγέλλων ὠήθη δεῖν παρακαταβάλλειν ὑπὲρ τοῦ παιδός, οὔτε οἱ Στρατίου παῖδες οἱ ταὐτὸ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ταὐτὸ</foreign>Bekker: <foreign xml:lang="grc">τούτω.</foreign></note> τῷ παιδὶ προσήκοντες ... οὔτε διʼ ἄλλο οὐδὲν αὑτοῖς ἐνόμιζον προσήκειν τούτων τῶν χρημάτων· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="16"><p>ἐπεὶ οὐδʼ ἂν οὗτος νῦν ἐμοὶ πράγματα παρεῖχεν, εἰ τὰ τοῦ παιδὸς εἴων ἁρπάζειν καὶ μὴ ἠναντιούμην αὐτῷ. οὗτοι μὲν οὖν, ὥσπερ εἶπον, εἰδότες ὅτι ἔξω ἦσαν τῆς ἀγχιστείας, οὐκ ἠμφισβήτουν ἀλλʼ ἡσυχίαν εἶχον· οἱ δʼ ὑπὲρ τῆς Εὐβουλίδου θυγατρὸς πράττοντες, τῆς τὸ αὐτὸ τῷ παιδὶ καὶ τοῖς Στρατίου παισὶ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τὸ αὐτὸ τῷ παιδὶ καὶ τοῖς Στρατίου παισὶ</foreign>Buermann: <foreign xml:lang="grc">τὸ αὐτὸ δικαίως τοῦ Στρατίου παιδὶ.</foreign></note> προσηκούσης, καὶ οἱ κύριοι τῆς Ἁγνίου μητρὸς ἦσαν οἷοί [τε] πρὸς ἐμὲ ἀντιδικεῖν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="17"><p>εἰς τοσαύτας δʼ ἀπορίας κατέστησαν ὅ τι ἀντιγράψωνται περὶ τῆς ἀγχιστείας, ὥστε ἡ μὲν τὸν κλῆρον ἔχουσα καὶ οἱ λέγοντες τὸ περὶ αὐτῆς γένος, ἐπειδὴ κατεψεύσαντο, ῥᾳδίως ὑπʼ ἐμοῦ τότε ἐξηλέγχθησαν οὐκ ἀληθές τι γράψαι τολμήσαντες, οἱ δʼ ὑπὲρ τῆς Ἁγνίου μητρὸς γένει μὲν ἐμοὶ ταὐτὸ προσηκούσης (ἀδελφὴ γὰρ ἦν τοῦ Στρατίου) νόμῳ δὲ ἀποκλειομένης, ὃς κελεύει κρατεῖν τοὺς ἄρρενας, τοῦτο μὲν εἴασαν, οἰόμενοι δʼ ἐμοῦ πλεονεκτήσειν μητέρα εἶναι τοῦ τελευτήσαντος ἔγραψαν· ὃ συγγενέστατον μὲν ἦν τῇ φύσει πάντων, ἐν δὲ ταῖς ἀγχιστείαις ὁμολογουμένως οὐκ ἔστιν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="18"><p>εἶτα γράψας ἀνεψιοῦ παῖς<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">παῖς</foreign>Emper: <foreign xml:lang="grc">παῖδας.</foreign></note> εἶναι κἀκείνας ἐξελέγξας<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐξελέγξας</foreign>Reiske: <foreign xml:lang="grc">ἐξέλεγξα.</foreign></note> οὐκ οὔσας ἐν ταῖς ἀγχιστείαις, οὕτως ἐπεδικασάμην παρʼ ὑμῖν, καὶ αὐτῶν οὐκ ἴσχυσέ τι<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τι</foreign>Reiske: <foreign xml:lang="grc">τις.</foreign></note> οὔτε τῇ τὸν κλῆρον ἐχούσῃ τὸ προνενικηκέναι τοὺς κατὰ διαθήκην ἀμφισβητήσαντας, οὔτε τῇ ἑτέρᾳ τὸ μητέρα εἶναι τοῦ τὸν κλῆρον καταλιπόντος, ἀλλʼ οὕτως οἱ τότε δικάζοντες καὶ τὸ δίκαιον καὶ τοὺς ὅρκους περὶ πολλοῦ ἐποιήσαντο, ὥστʼ ἐμοὶ τῷ κατὰ τοὺς νόμους ἀμφισβητοῦντι τὴν ψῆφον ἤνεγκαν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="19"><p>καίτοι εἰ τὰς μὲν νενίκηκα τοῦτον τὸν τρόπον, ἐπιδείξας μηδὲν Ἁγνίᾳ κατʼ ἀγχιστείαν προσηκούσας, οὗτος δὲ μὴ ἐτόλμησεν ἀντιδικῆσαι τῷ παιδὶ τοῦ ἡμικληρίου πρὸς ἡμᾶς,<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἡμᾶς</foreign>Reiske: <foreign xml:lang="grc">ὑμᾶς.</foreign></note> οἱ δὲ Στρατίου παῖδες οἱ ταὐτὸν τούτῳ προσήκοντες μηδὲ νῦν ἀξιοῦσιν ἀντιδικῆσαι πρὸς ἐμὲ περὶ αὐτῶν, ἔχω δʼ ἐγὼ τὸν κλῆρον ἐπιδικασάμενος παρʼ ὑμῖν, ἐξελέγχω δὲ τοῦτον μηδέπω καὶ τήμερον ἔχοντʼ εἰπεῖν ὅ τι ὁ παῖς Ἁγνίᾳ προσήκει κατʼ ἀγχιστείαν, τί ἔτι δεῖ μαθεῖν ὑμᾶς ἢ 〈τί〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τί</foreign>add. Reiske.</note> ποθεῖτε ἀκοῦσαι περὶ τούτων; ἐγὼ μὲν γὰρ ὡς εὖ φρονοῦσιν ὑμῖν ἱκανὰ τὰ εἰρημένα νομίζω. </p></div></div></body></text></TEI>