<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="10"><p rend="align(indent)">ἡμεῖς δέ, ἐγὼ καὶ Στρατίος καὶ Στρατοκλῆς, ἐπειδὴ τοῖς ἐγγύτατα γένους ἐγεγένητο ἐπίδικος ὁ κλῆρος, παρεσκευαζόμεθα<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">παρεσκευαζόμεθα</foreign>Reiske: <foreign xml:lang="grc">-άζοντο.</foreign></note> ἅπαντες λαγχάνειν· πρὶν δὲ γενέσθαι τὰς λήξεις τῶν δικῶν ἡμῖν τελευτᾷ μὲν ὁ Στρατίος, τελευτᾷ δʼ ὁ Στρατοκλῆς, λείπομαι δʼ ἐγὼ μόνος τῶν<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τῶν</foreign>Dobree: <foreign xml:lang="grc">τοῦ.</foreign></note> πρὸς πατρὸς ὢν ἀνεψιοῦ παῖς, ᾧ μόνῳ κατὰ τοὺς νόμους ἐγίγνετο ἡ κληρονομία, πάντων ἤδη τῶν ἄλλων ἐκλελοιπότων, οἳ ταὐτὸν ἐμοὶ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ταὐτὸν ἐμοὶ</foreign>Bekker: <foreign xml:lang="grc">ταύτη μοι.</foreign></note> τῇ συγγενείᾳ προσήκοντες ἐτύγχανον. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="11"><p>τῷ δὲ γνώσεσθε τοῦθʼ, ὅτι ἐμοὶ μὲν ἀγχιστεύειν, τοῖς δʼ ἐξ ἐκείνων γεγονόσιν οὐκ ἦν, ἐν οἷς οὗτος ὁ παῖς ἦν; αὐτὸς ὁ νόμος δηλώσει. τὸ μὲν γὰρ εἶναι τὴν ἀγχιστείαν ἀνεψιοῖς πρὸς πατρὸς μέχρι ἀνεψιῶν παίδων ὁμολογεῖται παρὰ πάντων. εἰ δὲ μεθʼ ἡμᾶς δίδωσι τοῖς ἡμετέροις παισί, τοῦτʼ ἤδη σκεπτέον ἐστί. λαβὲ οὖν αὐτοῖς τὸν νόμον καὶ ἀναγίγνωσκε. <quote rend="blockquote"><label>Νόμος</label> ἐὰν δὲ μηδεὶς ᾖ πρὸς πατρὸς μέχρι ἀνεψιῶν παίδων, τοὺς πρὸς μητρὸς κυρίους εἶναι κατὰ τὰ αὐτά.</quote> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="12"><p rend="align(indent)">ἀκούετε, ὦ ἄνδρες, ὅτι ὁ νομοθέτης οὐκ εἶπεν, ἐὰν μηδεὶς ᾖ πρὸς πατρὸς μέχρι ἀνεψιῶν παίδων, τοὺς τῶν ἀνεψιαδῶν εἶναι κυρίους, ἀλλὰ ἀπέδωκε τοῖς πρὸς μητρὸς τοῦ τελευτήσαντος, ἂν ἡμεῖς μὴ ὦμεν, τὴν κληρονομίαν ἤδη, ἀδελφοῖς καὶ ἀδελφαῖς καὶ παισὶ τοῖς τούτων καὶ τοῖς ἄλλοις, κατὰ ταὐτὰ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ταὐτὰ</foreign>Reiske: <foreign xml:lang="grc">ταῦτα.</foreign></note> καθάπερ καὶ ἐξ ἀρχῆς ἦν ὑπειρημένον· τοὺς δὲ ἡμετέρους παῖδας ἔξω τῆς ἀγχιστείας ἐποίησεν. οἷς δὲ μηδʼ ἐὰν τετελευτηκὼς ἦν ἐγώ,<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τετελευτηκὼς ἦν ἐγώ</foreign>Dobree: <foreign xml:lang="grc">-ηκότες ὦσιν ὡς ἐγώ.</foreign></note> δίδωσιν ὁ νόμος τὴν Ἁγνίου κληρονομίαν, πῶς ἐμοῦ τε ζῶντος καὶ κατὰ τοὺς νόμους ἔχοντος οἴονται αὑτοῖς εἶναι τὴν ἀγχιστείαν; οὐδαμῶς δήπουθεν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="13"><p>ἀλλὰ μὴν εἰ τούτοις μὴ μέτεστιν, ὧν οἱ πατέρες ταὐτὸν ἐμοὶ προσῆκον, οὐδὲ τούτῳ τῷ παιδὶ γίγνεται· καὶ γὰρ ὁ τούτου πατὴρ ὁμοίως ἦν ἐκείνοις συγγενής. οὔκουν δεινὸν ἐμοὶ μὲν διαρρήδην οὕτω τῶν νόμων δεδωκότων τὴν κληρονομίαν, τούτους δʼ ἔξω τῆς ἀγχιστείας πεποιηκότων, τολμᾶν τουτονὶ συκοφαντεῖν, καὶ διαγωνίσασθαι μέν, ἡνίκʼ ἐγὼ τοῦ κλήρου τὴν δίκην ἐλάγχανον, μὴ οἴεσθαι δεῖν, μηδὲ παρακαταβάλλειν, οὗ περὶ τῶν τοιούτων εἴ τι δίκαιον εἶχεν εἰπεῖν διαγνωσθῆναι προσῆκεν, ἐπὶ δὲ 〈τῷ〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τῷ</foreign>add. Schoemann.</note> τοῦ παιδὸς ὀνόματι πράγματʼ ἐμοὶ παρέχειν καὶ περὶ τῶν μεγίστων εἰς κίνδυνον καθιστάναι; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="14"><p>καὶ περὶ μὲν τῶν ὁμολογουμένων εἶναι τοῦ παιδὸς χρημάτων μηδʼ αἰτιᾶσθαί με, μηδʼ ὥς τι εἴληφα ἔχειν εἰπεῖν (ἐφʼ οἷς, εἴ τι αὐτῶν κακῶς διῴκουν ὥσπερ οὗτος, κρίνεσθαι μοι προσῆκεν), ἃ δʼ ὑμεῖς<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὑμεῖς</foreign>Aldus: <foreign xml:lang="grc">ἡμεῖς.</foreign></note> ἐμὰ εἶναι ἐψηφίσασθε, τῷ βουλομένῳ δόντες ἐξουσίαν ἀμφισβητεῖν αὐτῶν, ἐπὶ τούτοις ἐμοὶ τοιούτους ἀγῶνας παρασκευάζειν καὶ εἰς τοῦτο ἀναισχυντίας ἥκειν; </p></div></div></body></text></TEI>