πρῶτον μὲν οὖν μάρτυρας ὑμῖν παρέξομαι ὡς Κυρωνίδης ἐκποίητος εἰς τὸν Θεναινέτου οἶκον ἐγένετο καὶ ἐν ἐκείνῳ ἐτελεύτησεν, ἔπειθʼ ὡς Ἀρισταρχος, οὗ ἦν οὗτος ὁ κλῆρος, πρότερος τοῦ ὑέος Δημοχάρους ἐτελεύτησε, Δημοχάρης δὲ παῖς ὢν ἀπέθανε καὶ ἡ ἑτέρα ἀδελφή, ὥστε τὸν κλῆρον ἐπὶ τῇ ἐμῇ μητρὶ γενέσθαι. καί μοι κάλει τούτων τοὺς μάρτυρας. 〈Μάρτυρες〉 οὕτω μὲν ἐξ ἀρχῆς 〈τῆς μητρὸς τῆς ἐμῆς〉 τῆς μητρὸς τῆς ἐμῆς add. Buermann. ἦν, ὦ ἄνδρες, ὁ κλῆρος, περὶ οὗ νῦν ὁ λόγος ἐστί, Κυρωνίδου μὲν ἐκποιήτου γενομένου εἰς τὸν Θεναινέτου οἶκον, τοῦ δὲ πατρὸς Ἀριστάρχου τῷ ὑεῖ Δημοχάρει καταλιπόντος, ἐκείνου δὲ τῇ ἀδελφῇ τῇ ἑαυτοῦ ταύτῃ, μητρὶ δὲ ἐμῇ. ἐμῇ Aldus: ἐμοὶ. δεῖ δέ, ἐπειδὴ λίαν ἀναισχυντοῦσιν, ὦ ἄνδρες, καὶ τὰ χρήματα παρὰ τὸ δίκαιον ἔχειν ἀξιοῦσι, μαθεῖν ὑμᾶς ὡς οὐδὲ καθʼ ἕνα νόμον Ἀρίσταρχος εἰς τοὺς φράτορας τοὺς ἐκείνου εἰσῆκται· ἐὰν γὰρ τοῦτο μάθητε, σαφῶς εἴσεσθε ὅτι τῷ μὴ δικαίως ἔχοντι οὐδὲ διατίθεσθαι περὶ αὐτῶν προσῆκεν.