τὸ μὲν οὖν ἀδίκημα, καὶ ὃν τρόπον τῶν χρημάτων ἀπεστερήθη, ἀπεστερήθη Schoemann: -θην. τοῦτʼ ἐστίν, ὦ ἄνδρες· μετὰ δὲ ταῦτα τὴν ἐμὴν μητέρα ἐκδίδωσι τῷ ἐμῷ πατρί. Κυρωνίδου δὲ τελευτήσαντος τὸν τοῦ Θεναινέτου ἀδελφὸν εἰσάγουσιν Ἀριστάρχῳ ὑόν, οὐδὲ καθʼ ἕνα νόμον, ὦ ἄνδρες, ὡς ἐγὼ ἐκ πολλῶν τεκμηρίων ὑμῖν ἐπιδείξω.