Ἀρίσταρχος γὰρ ἦν, ὦ ἄνδρες, Συπαλήττιος. Συπαλήττιος Baiter-Sauppe: συπαλλήτιος. οὗτος ἔλαβε Ξεναινέτου Ἀχαρνέως θυγατέρα, ἐξ ἧς γίγνεται Κυρωνίδης καὶ Δημοχάρης καὶ ἡ μήτηρ ἡ ἐμὴ καὶ ἄλλη τούτων ἀδελφή. Κυρωνίδης μὲν οὖν ὁ τοῦδε πατὴρ καὶ θατέρου τοῦ τόνδε τὸν κλῆρον ἀδίκως ἔχοντος ἐξεποιήθη εἰς ἕτερον οἶκον, ὥστε αὐτῷ τῶν χρημάτων οὐδὲν ἔτι προσῆκεν· Ἀριστάρχου δὲ τοῦ πατρὸς 〈τοῦ〉 τοῦ add. Dobree. τούτων τελευτήσαντος Δημοχάρης 〈ὁ〉 ὁ add. Sauppe. ὑὸς κληρονόμος τῶν ἐκείνου κατέστη. τούτου δὲ παιδὸς ἀποθανόντος καὶ τῆς ἑτέρας ἀδελφῆς, ἡ μήτηρ ἡ ἐμὴ ἐπὶ ἐπὶ Valckenaer: ἐν. παντὶ τῷ οἴκῳ ἐπίκληρος ἐγένετο.