ἀπέδειξα δʼ ὑμῖν Κυρωνίδην μὲν τὸν τούτων πατέρα ἐκποίητον γενόμενον καὶ οὐκ ἐπανελθόντα εἰς τὸν πατρῷον οἶκον, τὸν δὲ πατέρα τὸν Κυρωνίδου καὶ τῆς ἐμῆς μητρὸς Δημοχάρει τῷ ὑῷ τοῦτον τὸν κλῆρον καταλιπόντα, ἐκεῖνον δὲ παῖδα παῖδα Meutzner: ἄπαιδα. ὄντα τελευτήσαντα καὶ εἰς τὴν ἐμὴν μητέρα τοῦτον τὸν κλῆρον ἐπιγιγνόμενον.