ἀλλὰ γάρ, ὦ ἄνδρες, οὐχ ἱκανόν ἐστι Ξεναινέτῳ τὸν Ἀριστομένους οἶκον καταπεπαιδεραστηκέναι, ἀλλὰ καὶ τοῦτον οἴεται δεῖν τὸν αὐτὸν τρόπον διαθεῖναι. ἐγὼ δʼ, ὦ ἄνδρες δικασταί, βραχείας οὐσίας ὑπαρξάσης ἀδελφὰς μὲν ἐξέδωκα, ὅσα ἐδυνάμην ἐπιδούς, κόσμιον δʼ κόσμιον δʼ Reiske: κόσμιόν τʼ. ἐμαυτὸν παρέχων καὶ ποιῶν τὰ προσταττόμενα καὶ τὰς στρατείας στρατευόμενος ἀξιῶ τῶν τῆς μητρὸς πατρῴων μὴ ἀποστερηθῆναι.