ταῦτα δὲ οὐ τούτων ὄντα ἀλλʼ ἡμέτερα φαίνεται. ὥστε ἂν ἐπὶ τοῦτον τὸν λόγον καταφεύγῃ καὶ μάρτυρας παρέχηται ὡς διέθετο ἐκεῖνος, ἐπιδεικνύναι κελεύετε καὶ ὡς καὶ ὡς Sauppe: δικαίως. τὰ ἑαυτοῦ. τοῦτο γὰρ δίκαιόν ἐστι. δεινότατα γὰρ 〈ἂν〉 ἂν add. Bekker. πάντων γένοιτο, εἰ Κυρωνίδης μὲν καὶ οὗτοι, ὄντες ἐξ ἐκείνου, μὴ μόνον τὸν Ξεναινέτου οἶκον πλέον ἢ τεττάρων ταλάντων ἕξουσιν, ἀλλὰ καὶ τόνδε προσλήψονται, ἐγὼ δὲ τῆς μητρὸς οὔσης κυρίας καὶ ἐκ τῶν αὐτῶν Κυρωνίδῃ γεγενημένος εἰ μηδὲ τὸν τῆς μητρὸς κλῆρον λήψομαι, καὶ ταῦτα μηδὲ ἐχόντων τούτων ἐπενεγκεῖν παρʼ ὅτου ποτʼ εἰλήφασι. καίτοι δίκαιον, ὦ ἄνδρες, ὥσπερ τῶν ἀμφισβητησίμων ἀμφισβητησίμων Aldus: -τήσεων. χωρίων δεῖ τὸν ἔχοντα ἢ θέτην ἢ πρατῆρα πρατῆρα Stephanus: πρακτῆρα. παρέχεσθαι ἢ καταδεδικασμένον φαίνεσθαι, οὕτω καὶ τούτους καθʼ ἕν τι τούτων ἀποφήναντας αὐτοῦ αὐτοῦ Schoemann: αὐτὸν. ἀξιοῦν ἐπιδικάζεσθαι, μὴ πρὸ δίκης τὴν Ἀριστάρχου θυγατέρα, ἐμὴν δὲ μητέρα, ἐκ τῶν πατρῴων ἐκβάλλειν.