<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg010.perseus-grc2" n="20"><p>καὶ τοῦ μὲν τὸν πατέρα μὴ ἐπεξελθεῖν ὑπὲρ τούτων τοῦτό ἐστι τὸ αἴτιον· μετὰ δὲ ταῦτα ὁ Κορινθιακὸς πόλεμος ἐγένετο, ἐν ᾧ ἐγὼ κἀκεῖνος στρατεύεσθαι ἠναγκαζόμεθα, ὥστε οὐδετέρῳ ἂν ἡμῶν δίκην ἐξεγένετο λαβεῖν. εἰρήνης τʼ αὖ γενομένης ἐμοί τι ἀτύχημα πρὸς τὸ δημόσιον συνέβη, ὥστε μὴ ῥᾴδιον εἶναι πρὸς τούτους διαφέρεσθαι. ὥστε οὐ μικρὰς ἔχομεν αἰτίας περὶ τοῦ πράγματος. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg010.perseus-grc2" n="21"><p>ἀλλὰ νυνὶ δίκαιον εἰπεῖν ἐστιν, ὦ ἄνδρες, τίνος δόντος [ἔχει] τὸν κλῆρον, κατὰ ποίους νόμους εἰς τοὺς φράτορας εἰσῆκται, καὶ πῶς οὐκ ἐπίκληρος ἦν ἐπὶ τούτοις τοῖς χρήμασιν ἡ ἐμὴ μήτηρ. ταῦτα γάρ ἐστι περὶ ὧν ὑμᾶς δεῖ τὴν ψῆφον ἐνεγκεῖν, οὐκ εἰ χρόνῳ τι ὕστερον ἡμεῖς τῶν ἡμετέρων εἰσπραττόμεθα. μὴ δυνηθέντων δὲ ἐπιδεῖξαι, δικαίως ἂν ἐμὸν αὐτὸν εἶναι ψηφίσαισθε. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg010.perseus-grc2" n="22"><p rend="align(indent)">τοῦτο μὲν οἶδʼ ὅτι ποιεῖν οὐχ οἷοί τʼ ἔσονται· χαλεπὸν γὰρ πρὸς νόμους καὶ δίκαιον πρᾶγμα ἀντιλέγειν ἐστί· περὶ δὲ τοῦ τεθνεῶτος λέξουσιν, ἐλεοῦντες ὡς ἀνὴρ ὢν ἀγαθὸς ἐν τῷ πολέμῳ τέθνηκε, καὶ ὅτι οὐ δίκαιόν ἐστι τὰς ἐκείνου διαθήκας ἀκύρους καθιστάναι. ἐγὼ δὲ καὶ αὐτός, ὦ ἄνδρες, οἶμαι δεῖν κυρίας εἶναι τὰς διαθήκας, ἃς 〈ἂν〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἂν</foreign>add. Baiter-Sauppe.</note> ἕκαστος διαθῆται περὶ τῶν ἑαυτοῦ, περὶ μέντοι τῶν ἀλλοτρίων οὐ κυρίας εἶναι τὰς διαθήκας, ὥσπερ ἃς ἂν ἕκαστος περὶ τῶν αὑτοῦ διαθῆται. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg010.perseus-grc2" n="23"><p>ταῦτα δὲ οὐ τούτων ὄντα ἀλλʼ ἡμέτερα φαίνεται. ὥστε ἂν ἐπὶ τοῦτον τὸν λόγον καταφεύγῃ καὶ μάρτυρας παρέχηται ὡς διέθετο ἐκεῖνος, ἐπιδεικνύναι κελεύετε καὶ ὡς<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">καὶ ὡς</foreign>Sauppe: <foreign xml:lang="grc">δικαίως.</foreign></note> τὰ ἑαυτοῦ. τοῦτο γὰρ δίκαιόν ἐστι. δεινότατα γὰρ 〈ἂν〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἂν</foreign>add. Bekker.</note> πάντων γένοιτο, εἰ Κυρωνίδης μὲν καὶ οὗτοι, ὄντες ἐξ ἐκείνου, μὴ μόνον τὸν Ξεναινέτου οἶκον πλέον ἢ τεττάρων ταλάντων ἕξουσιν, ἀλλὰ καὶ τόνδε προσλήψονται, ἐγὼ δὲ τῆς μητρὸς οὔσης κυρίας καὶ ἐκ τῶν αὐτῶν Κυρωνίδῃ γεγενημένος εἰ μηδὲ τὸν τῆς μητρὸς κλῆρον λήψομαι, καὶ ταῦτα μηδὲ ἐχόντων τούτων ἐπενεγκεῖν παρʼ ὅτου ποτʼ εἰλήφασι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg010.perseus-grc2" n="24"><p>καίτοι δίκαιον, ὦ ἄνδρες, ὥσπερ τῶν ἀμφισβητησίμων<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀμφισβητησίμων</foreign>Aldus: <foreign xml:lang="grc">-τήσεων.</foreign></note> χωρίων δεῖ τὸν ἔχοντα ἢ θέτην ἢ πρατῆρα<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">πρατῆρα</foreign>Stephanus: <foreign xml:lang="grc">πρακτῆρα.</foreign></note> παρέχεσθαι ἢ καταδεδικασμένον φαίνεσθαι, οὕτω καὶ τούτους καθʼ ἕν τι τούτων ἀποφήναντας αὐτοῦ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">αὐτοῦ</foreign>Schoemann: <foreign xml:lang="grc">αὐτὸν.</foreign></note> ἀξιοῦν ἐπιδικάζεσθαι, μὴ πρὸ δίκης τὴν Ἀριστάρχου θυγατέρα, ἐμὴν δὲ μητέρα, ἐκ τῶν πατρῴων ἐκβάλλειν. </p></div></div></body></text></TEI>