περὶ μὲν οὖν τοῦ τὸν κλῆρον εἶναι τῆς μητρὸς ἐξ ἀρχῆς καὶ ἀδίκως αὐτὴν ὑπὸ τούτων ἀπεστερῆσθαι, ἔκ τε τῶν εἰρημένων καὶ μεμαρτυρημένων καὶ ἐξ αὐτῶν τῶν νόμων ἱκανῶς ἡγοῦμαι ἀποδεδεῖχθαι. οὕτω δὲ καὶ τούτοις φανερόν ἐστιν ὅτι οὐ προσηκόντως ἔχουσι ταῦτα τὰ χρήματα, ὥστε οὐκ ἐπὶ τῷ δικαίως Ἀρίσταρχον εἰσαχθῆναι εἰς τοὺς φράτορας τὸν λόγον ποιοῦνται μόνον ἀλλὰ καὶ δίκην φασὶν ὑπὲρ τούτων τῶν χρημάτων τὸν πατέρα τὸν ἑαυτῶν ἐκτετικέναι, ἵνα, ἂν μὴ κατʼ ἐκεῖνον δικαίως δοκῶσιν ἔχειν, κατά γε ταῦτα εἰκότως προσῆκον αὐτοῖς φαίνηται. ἐγὼ δʼ, ὦ ἄνδρες, ὅτι οὐκ ἀληθῆ λέγουσι, μεγάλοις ὑμᾶς τεκμηρίοις διδάξω. εἰ γὰρ ἦν, ὡς οὗτοι λέγουσιν, ὑπόχρεως οὗτος ὁ κλῆρος, οὔτʼ ἂν χρήματα οὗτοι ὑπὲρ αὐτῶν ἐξέτινον (οὐ γὰρ προσῆκεν προσῆκεν Reiske: -ον. αὐτοῖς, ἀλλʼ οἷς ἐγένετο ἡ ἐμὴ μήτηρ ἐπίδικος, τούτοις ἀναγκαῖον ἦν ὑπὲρ αὐτῶν βουλεύσασθαι), οὔτε ἂν εἰσεποίουν εἰσεποίουν Aldus: εἰσποιεῖν. εἰς τοῦτον τὸν κλῆρον ὑὸν Ἀριστάρχῳ, μέλλοντες ὠφεληθήσεσθαι μὲν μηδέν, ζημιωθήσεσθαι δὲ μεγάλα. ἢ ἕτεροι μέν, ὅταν περὶ χρημάτων δυστυχῶσι, τοὺς σφετέρους αὐτῶν παῖδας εἰς ἑτέρους οἴκους εἰσποιοῦσιν, ἵνα μὴ μετάσχωσι τῆς τοῦ πατρὸς ἀτιμίας· οὗτοι δὲ ἄρα εἰς ὑπόχρεων οὐσίαν καὶ οἶκον οἶκον Scheibe: οἴκοθεν. εἰσεποίουν σφᾶς αὐτούς, ἵνα καὶ τὰ ὑπάρχοντα προσαπολέσειαν; οὐκ ἔστι ταῦτα, ἀλλʼ ὁ μὲν κλῆρος ἐλεύθερος ἦν καὶ τῆς ἐμῆς μητρὸς ἐγένετο, οὗτοι δὲ φιλοχρηματοῦντες καὶ ἐκείνην ἀποστεροῦντες ταῦτα πάντα ἐμηχανήσαντο. ἴσως οὖν 〈ἄν〉 ἄν add. Baiter-Sauppe. τις, ὦ ἄνδρες, τὸν χρόνον ὑμῶν θαυμάσειε, πῶς ποτε πολὺν οὕτως εἰάσαμεν καὶ ἀποστερούμενοι οὐκ ᾖμεν ἐπʼ αὐτά, ἀλλὰ νυνὶ περὶ αὐτῶν τοὺς λόγους ποιούμεθα. ἐγὼ δὲ οἶμαι μὲν οὐ δίκαιον εἶναι διὰ τοῦτο ἔλαττον ἔχειν, εἴ τις μὴ ἐδυνήθη ἢ κατημέλησεν (οὐ γὰρ τοῦτό ἐστι σκεπτέον, ἀλλὰ τὸ πρᾶγμα εἰ δίκαιον ἢ μή)· ὅμως μέντοι καὶ περὶ τούτων αἴτιον εἰπεῖν ἔχομεν, ὦ ἄνδρες. ὁ γὰρ πατὴρ οὑμὸς ἐπὶ προικὶ ἐγγυησάμενος τὴν ἐμὴν μητέρα συνῴκει, τὸν δὲ κλῆρον τούτων καρπουμένων οὐκ εἶχεν ὅπως εἰσπράξαιτο· ὅτε γὰρ περὶ αὐτοῦ λόγους ἐποιήσατο τῆς μητρὸς κελευούσης, οὗτοι ταῦτα αὐτῷ ἠπείλησαν, αὐτοὶ ἐπιδικασάμενοι αὐτὴν ἕξειν, εἰ μὴ βούλοιτο αὐτὸς ἐπὶ προικὶ ἔχειν. ὁ δὲ πατήρ, ὥστε τῆς μητρὸς μὴ στερηθῆναι, καὶ δὶς τοσαῦτα χρήματα εἴασεν ἂν αὐτοὺς καρποῦσθαι.