καὶ τῷ μὲν πατρὶ αὐτῆς, εἰ παῖδες ἄρρενες μὴ ἐγένοντο, οὐκ ἂν ἐξῆν ἄνευ ταύτης διαθέσθαι· κελεύει γὰρ ὁ νόμος σὺν ταύταις κύριον εἶναι δοῦναι, ἐάν τῳ βούληται, βούληται Dobree: -οιτο. τὰ ἑαυτοῦ· τῷ δὲ μήτε λαβεῖν αὐτὴν ἀξιώσαντι μήτε πατρὶ ὄντι, ἀλλʼ ἀνεψιῷ, παρὰ πάντας τοὺς νόμους εἰσαγαγόντι ἔσται κυρίως ταῦτα πεπραγμένα; καὶ τίς ὑμῶν ταῦτα πεισθήσεται; ἐγὼ μέν, ὦ ἄνδρες, σαφῶς ἐπίσταμαι ὅτι οὔτε Ξεναίνετος οὔτε ἄλλος οὐδεὶς ἀνθρώπων ἕξει ἀποδεῖξαι ὡς οὐ τῆς ἐμῆς μητρὸς οὗτος 〈ὁ〉 ὁ add. Sauppe. κλῆρός ἐστι, τοῦ ἀδελφοῦ αὐτῇ τοῦ Δημοχάρους καταλιπόντος· ἐὰν δʼ ἄρα τολμῶσι περὶ αὐτῶν λέγειν, νόμον κελεύετε δεῖξαι καθʼ ὃν γεγένηται ἡ εἰσποίησις Ἀριστάρχῳ, καὶ τίς ὁ εἰσποιήσας· τοῦτο γὰρ δίκαιόν ἐστιν. ἀλλʼ οἶδʼ ὅτι οὐχ ἕξουσιν ἐπιδεῖξαι.